| Ἄλλοι μὲν ἄλλους τῶν πάλαι βασιλέων, | |
| αὑτοῖς προαφώρισαν εἰς ταφὴν τόπους· | |
| ἐγὼ δὲ Βασίλειος, πορφύρας γόνος, | |
| ἵστημι τύμβον ἐν τόπῳ γῆς Ἑβδόμου | |
| καὶ σαββατίζο τῶν ἀμετρήτων πόνων | |
| οὓς ἐν μάχαις ἔστεργον, οὓς ἐκαρτέρουν. | |
| οὐ γάρ τις εἶδεν ἠρεμοῦν ἐμὸν δόρυ, | |
| ἀφ' οὗ βασιλεὺς οὐρανῶν κέκληκέ με | |
| αὐτοκράτορα γῆς μέγα βασιλέα, | |
| ἀλλ' ἀγρυπνὸν ἅπαντα τὸν ζωῆς χρόνον | |
| Ῥώμης τὰ τέκνα τοῖς νέας ἐρυόμην | |
| ὁτὲ στρατεύων ἀνδρικῶς πρὸς ἑσπέραν, | |
| ὁτὲ πρὸς αὐτοὺς τοὺς ὅρους τοὺς τῆς ἕω. | |
| καὶ μαρτυροῦσι τοῦτο Πέρσαι καὶ Σκύθαι, | |
| συν οἷς Ἀβασγός, Ἰμαήλ, Ἄραψ, Ἴβηρ. | |
| καὶ νῦν ὁρῶν, ἄνθρωπε, τόνδε τὸν τάφον | |
| εὐχαῖς ἀμείβου τὰς ἐμὰς στρατηγίας. |
Last modified: 2023-03-23.
