Occurrence 34807

Αὐτοκράτορ κράτιστε· πορφύρας γόνε·
αὐτοκράτορ μέγιστε τοῦ γένους κλέος,
ὡς στερρὸς ὡς ἄγρυπνος ὡς φιλῶν λόγους·
ὡς ὀξὺς ὡς ἄριστος εἰς θήραν τούτων·
ὡς ἀγαθὸς καὶ συμπαθὴς ὢν τὴν φύσιν,
χρηστὸς γαληνὸς εὐμενὴς ὑπὲρ φύσιν,
ἡδὺς προσηνὴς, εὐστεφὴς αὐτοκράτωρ·
θ(εο)ῦ μιμητὴς ὡς ὑπὲρ πάντας πέλων,
ἄναξ χαριτώνυμε δόξα τοῦ γένους,
δέχου συνήθως εὐμενῶς πόνον τόνδε,
ὅν σοι καθυπούργησα χειρὶ προθύμω·
ὡς ἂν ἔχης ἥδυσμα καὶ βίβλον τήνδε,
τρυφῆς λογικῆς εὐπορῶν συγγραφέως·
ἀλλ’ ὦ δικαστὰ τῶν σοφῶν πάντων λόγων·
καὶ νοῦ καθαρὲ τῶν ψυχῶν ἐπιστάτα·
καὶ τῶν ἐπὶ γῆς δυσμενῶν ἀντιστάτα·
καὶ τῶν παρ’ ἡμῖν εἰσφορῶν ζυγοστάτα·
καὶ τῆς φυσικῆς μουσικῆς χοροστάτα·
καὶ τῆς καθ’ ἡμᾶς φύσεως πρωτοστάτα·
καὶ φῶς ἐναργῶς ἐξελέγχων τὰς φύσεις· ||
καὶ πῦρ δαπανῶν τῶν ψυχῶν πάντας πόνους,
ὦ γλυκύτης ἄρρητε καὶ εὐθυμία·
καὶ τερπνότης ἄφραστε καὶ κραταρχία
νικῶσα καὶ κρύπτουσα πᾶν λόγου σθένος·
ἡ φαιδρότης ἡ τέρψις ἡ θυμηδία·
ἡ χρηστότης ἡ χάρις, ἡ κοινὴ δρόσος·
ἡ ζωοποιὸς τῶν ἐμῶν λόγων κράσις·
ἡ καλοποιὸς τοῦ βροτῶν γένους φύσις·
ὦ βασιλεῦ τὸ θαῦμα τοῦ κοινοῦ κρότου
καὶ πάντα κινοῦν εἰς θ(εο)ῦ δόξαν στόμα
καὶ γλῶττα λαμπρὰ· καὶ θεόφθογγε φράσις
καὶ σῶμα καινῶν δεκτικὸν χαρισμάτων·
καὶ πνεῦμα κοινὸν εἰς πνοῆς λειτουργίαν
ὦ κόσμε τῆς γῆς· τῆς φυλῆς· τῆς ἀξίας·
τῆς πορφυρίδος· τοῦ γένους· τῆς ἑστίας·
τῆς τοῦ στέφους χάριτος ὡς καὶ τοῦ θρόνου
τῆς τοῦ βίου πλάστιγγος ὡς καὶ τοῦ τρόπου
τῆς τοῦ λόγου σάλπιγγος, ὡς καὶ τοῦ κράτους·
ὁ νοῦς ὁ γοργὸς· ὁ βραβεὺς τῶν πραγμάτων·
ἡ γλῶσσα τῆς γῆς· ἡ στολὶς τῶν κτισμάτων· ||
ὁ τῶν λόγων θάλαμος ὁ στεφηφόρος·
τὸ τοῦ κράτους ἔσοπτρον· αὐτὸ τὸ κράτος·
ὦ καὶ φυτουργὲ τῶν καλῶν αὐτοκράτορ
καὶ νοῦ γεωργὲ μυστικῆς εὐκαρπίας·
καὶ ζῶν ἀτεχνῶς ἀμπελὼν πτωχοτρόφε
λειμὼν ἀγαθὲ τῶν θ(εο)ῦ χαρισμάτων·
ἑωσφόρε κράτιστε τοὺς ἄλλους κρύπτων·
οὐ(ρα)νὲ δόξαν τοῦ θ(εο)ῦ καταγγέλλων·
καὶ κόσμε κοινὲ τῆς λογικῆς φύσεως
ὁ μὲν κραταιὸς οὐ(ρα)νοῦ καὶ γῆς ἄναξ,
εἴη κρατύνων εἰς ἀμέτρους ἡλίους,
τὸ σὸν κράτος κράτιστε, σὺν τῆ κρατίστη·
θαυμασία αὐγούστη πορφυροβλάστω
σὺ δὲ στόλιζε θάλπε καὶ φύλαττέ με
ὀλβιοδώρω σωστικῆ σου προνοία:
ἰωάννης σοι ταῦτα θερμὸς οἰκέτης,
ὁ εὐγενικὸς τολμηρῶς προσφθέγγομαι,
ὁ καὶ νομοφύλαξ τιμηθεὶς σῶ κράτει:· +
Type(s) [34800] Αὐτοκράτορ κράτιστε, πορφύρας γόνε (58 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 15th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Reg. gr. Pio II 37 [15th c.]
Place in Manuscript f. 1r-2r
Palaeographical information The initial is written in red ink.

32 δεκτικὸν ] corr. alia manus e δεκτικῶν
Contextual information The epigram precedes Appian's prologue to his History and his book Lybica.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Comment This book epigram occurs in two manuscripts. Aschenbrenner & Kubina (2022: 1140): "As shown with regard to the textual history of Appian, they both derive from the same (lost) exemplar. It is not unlikely that this manuscript was the copy that Eugenikos dedicated to John VIII, which contained the book epigram on the first page and Appian’s History (at least parts of it), copied by Eugenikos himself."
Image source(s)
Bibliography
Number of verses 58
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/34807
Last modified: 2023-06-06.