Occurrence 34810

Αὐτοκράτορ κράτιστε· προρφύρας γόνε·
αὐτοκράτορ μέγιστε· τοῦ | γένους κλέος·
ὡς στερρὸς ὡς ἄγρυπνος ὡς φιλῶν λόγους·
ὡς | ὀξὺς ὡς ἄριστος εἰς θήραν τούτων·
ὡς ἀγαθὸς κ(αὶ) συμπαθὴς | ὢν τὴν φύσιν·
χρηστὸς γαληνὸς εὐμενὴς ὑπὲρ φύσιν·
ἡδὺς | προσηνὴς εὐστεφὴς αὐτοκράτωρ·
θ(εο)ῦ μιμητὴς ὡς ὑπὲρ | πάντας πέλων·
ἄναξ χαριτώνυμε· δόξα τοῦ γένους,
δέχου | συνήθως εὐμενῶς πόνον τόνδε·
ὅν σοι καθυπούργησα χειρὶ | προθύμω·
ὡς ἂν ἔχης ἥδυσμα κ(αὶ) βίβλον τήνδε·
τρυφῆς | λογικῆς εὐπορῶν συγγραφέ(ως)·
ἀλλ’ ὦ δικαστὰ τῶν σοφῶν πάντ(ων) | λόγων·
καὶ νοῦ καθαρὲ τῶν ψυχῶν ἐπιστάτα·
(καὶ) τῶν ἐπὶ γῆς δυσ|μενῶν ἀντιστάτα·
καὶ τῶν παρ’ ἡμῖν εἰσφορῶν ζυγοστάτα·
καὶ τῆς | φυσικῆς μουσικῆς χοροστάτα·
(καὶ) τῆς καθ’ ἡμᾶς φύσεως προτοστάτα· |
καὶ φῶς ἐναργῶς ἐξελέγχων τὰς φύσεις·
καὶ πῦρ δαπανῶν τῶν | τῶν ψυχῶν πάντας πόνους·
ὦ γλυκύτης ἄρητε καὶ εὐθυμία· |
καὶ τερπνότης ἄφραστε (καὶ) κραταρχία·
νικῶσα καὶ κρύπτουσα | πᾶν λόγου σθένος·
ἡ φαιδρότης ἡ τέρψις ἡ θυμηδία·
ἡ χρη|στότης ἡ χάρις· ἡ κοινὴ δρόσος·
ἡ ζωοποιὸς τῶν ἐμῶν λόγων | κράσις·
ἡ καλοποιὸς τοῦ βροτῶν γένους φύσις·
ὦ βασιλεῦ τὸ θαῦμα | τοῦ κοινοῦ κρότου·
καὶ πάντα κινοῦν εἰς θ(εο)ῦ δόξαν στόμα·
καὶ | γλῶττα λαμπρὰ (καὶ) θεόφθογγε φράσις·
καὶ σῶμα καινῶν δεκ|τικὸν χαρισμάτων·
καὶ πνεῦμα κοινὸν εἰς πνοῆς λειτουργίαν· |
ὦ κόσμε τῆς γῆς τῆς φυλῆς τῆς ἀξίας·
τῆς πορφυρίδος· | τοῦ γένους· τῆς ἑστίας·
τῆς τοῦ στέφους χάριτος· ὡς καὶ τοῦ θρόνου· |
τῆς τοῦ βίου πλάστιγγος ὡς καὶ τοῦ τρόπου·
τῆς τοῦ λόγου σάλ|πιγγος ὡς καὶ τοῦ κράτους·
ὁ νοῦς ὁ γοργὸς· ὁ βραβεὺς τῶν πραγ|μάτων·
ἡ γλῶσσα τῆς γῆς· ἡ στολὶς τῶν κτισμάτων·
ὁ τῶν λόγ(ων) | θάλαμος· ὁ στεφηφόρος·
τὸ τοῦ κράτους ἔσοπτρον· αὐτὸ τὸ κράτος· |
ὦ καὶ φυτουργὲ τῶν καλῶν αὐτοκράτορ·
(καὶ) νοῦ γεωργὲ μυστικ(ῆς) | εὐκαρπίας·
καὶ ζῶν ἀτεχνῶς ἀμπελὼν πτωχοτρόφε·
λειμὼν | ἀγαθὲ τῶν θ(εο)ῦ χαρισμάτων·
ἑωσφόρε κράτιστε· τοὺς ἄλλους κρύ|πτων·
οὐ(ρα)νὲ δόξαν τοῦ θ(εο)ῦ καταγγέλλ(ων)· |
καὶ κόσμε κοινὲ τῆς λογικῆς φύσεως·
ὁ μὲν κραταιὸς | οὐ(ρα)νοῦ (καὶ) γῆς ἄναξ,
εἴη κρατύνων εἰς ἀμέτρους ἡλίους·
τὸ σὸν || κράτος κράτιστε σὺν τῆ κρατίστη·
θαυμασία αὐγούστη πορφυ|ροβλάστω·
σὺ δὲ στόλιζε· θάλπε (καὶ) φώτιζέ με·
ὀλβιοδώρω | σωστικῆ σου προνοία·
ἰωάννης σοι ταῦτα θερμὸς οἰκέτης· |
ὁ εὐγενικὸς τολμηρῶς προσφθέγγομαι·
ὁ καὶ νομοφύλαξ | τιμηθεὶς σῶ κράτει: +
Type(s) [34800] Αὐτοκράτορ κράτιστε, πορφύρας γόνε (58 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1426-1462
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 134 [1426-1462]
Place in Manuscript f. 124r-124v
Palaeographical information The scribe initially skipped verse 48 and added it at the end of the folio. It is linked to the correct position in the epigram by a signe-de-renvoi.
Contextual information The epigram precedes Appian's prologue to his History and his book Lybica.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Comment This book epigram occurs in two manuscripts. Aschenbrenner & Kubina (2022: 1140): "As shown with regard to the textual history of Appian, they both derive from the same (lost) exemplar. It is not unlikely that this manuscript was the copy that Eugenikos dedicated to John VIII, which contained the book epigram on the first page and Appian’s History (at least parts of it), copied by Eugenikos himself."
Image source(s)
Bibliography
Number of verses 58
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/34810
Last modified: 2023-06-06.