| Στίχοι εις τὴν ἀρχὴν τῆς κλίμακο(ς), εν σχημ(α)τ(ι) | ἐγκωμιου· παραίνεσιν παρεισάγοντες, (καὶ) | κλίμακα παριστῶντες ἑτέρ(αν)· ἧς μία ἑκάστη | ἀνάβασις, δι᾽ ἑξ στίχων συνίσταται :- | + προοίμ(ιον) τῆς διὰ στίχ(ων) κλίμακο(ς) :- |
| |
| Ψήγματα χρυσᾶ. τοῖς λυδοῖς αἱρεῖ λόγος, | |
| πακτωλὸν ἐκρεῖν· ὄντα τοῦ τμώλου κάτω· | |
| ὑφ’ ὧν κροῖσος ὤγκωτο πεπλανημένος· | |
| βλακὰς ἄνους ὤν. ψαφαροῖς ἠρεισμένος· | |
| ὡς τοῦδε ῥεῦσις, ὕστερον παρεφθάρη· | |
| Καὶ τὴν γενειάδα δὲ περσῶν ὁ κράτωρ | |
| ἔχων χρυσείων ἐκ πετάλων χρυσίνην, | |
| ἐχειν ἑαυτὸν δόξαν ἦδε μακάρων· | |
| Μύρμηκες ἐπλούτιζον ἀπὸ βαθέων | |
| ψάμμων, μελανῶν ἰνδικῶν βροτ(ῶν) γένος. | |
| Ἐπιρρέων ὁ νεῖλος ὥριος· τόποις | |
| αἰγυπτιακοῖς, πλοῦτον ἐκ τῶν ὡρί(ων), | |
| πολὺν ἐποίει φαραωνίτας ἔχειν. | |
| Ἀγάλλεταί τις ὄρνισιν· ἄλλος, φυτοῖς· | |
| λίθοις τιμίοις ἄλλος· ἄλλος μαργάροις· | |
| σοί δ’ οὐ φθιτόν τι (καὶ) διαρρέον χρόνωι· | |
| περιφιλεῖται στέργεται πεπνυμένε· | |
| ἀλλ’ ἄφθιτον καὶ κρεῖττον ὧν ἄν τις φράσοι· | |
| ὁποῖον ἴσως ἀγνοῶν ἔροιτό τις· | |
| λόγος· τὸ μεῖζον ὧν παρέσχε σοι λόγος· | |
| ὃν νοῦς βρότειο(ς)· (καὶ) πολὺς ἱδρὼς· πόνος· | |
| (καὶ) πίστις ἐκράτυνε καθαρωτάτη· | |
| Τὸ τῶν παθῶν ἴαμα τῶν ἑκατέρων· | |
| τὸ φῶς τὸ φαῖνον φῶς ὑπέρτατον λί(αν)· | |
| φωτίζον ἅπαν ἀμέσως φ(ῶς) ἐμμέσ(ως)· ǁ |
| Δι’ οὗ τὸ δισσὸν ἔργον ἔγνως τοῦ φάους· | |
| κόσμον παραρρέοντα (καὶ) παρηγμένον· | |
| κόσμον διαμένοντα καὶ πεπηγμένον· | |
| τὴν φύσιν αὐτῶν· ποῖα τὰ τούτ(ων) τέλη· | |
| ἢ μᾶλλον εἰπεῖν, τέκμαρ· ἀρχὴν τῶν δύο· | |
| Δι’ οὗ τὰ συμφέροντα ταῖς εὐπραξίαις, | |
| ἐν ὀρθότητι τῶν νοὸς κινημάτων, | |
| ἔμαθες· ἠγάπησας αὐτὰ προκρίνων: | |
| Αἴγυπτον ἐξέφυγες ἐσκοτισμένην· | |
| ἡδυπάθειαν ἀνάπαυσιν σαρκίου· | |
| (καὶ) φαραὼ τύρανν(ον) αὐτῆς τὸν μέγα(ν) | |
| τὸ σαρκικὸν φρόνημα· τ(ὸν) κενὸν βί(ον) | |
| ἐπιστάτας τε τοὺς βαρεῖς ἔργων δότ(ας)· | |
| λογισμορέκτας· παθοσυγκαταθέσεις: | |
| Οὐ πρὶν μισήσας, ὕστερον μεταμέλη, | |
| ὡς λὼτ γύναι(ον)· κἂν γὰρ ἐν μέσοις στρέφη, | |
| ἄκραν ἀπροσπάθειαν ἐν μέσοις ἔχεις· | |
| ἐγκάρδιον λείψανον οὐκ ἔστι λύπης, | |
| ἐπὶ στερήσει πραγμάτ(ων) μοχθηρίας· | |
| (καὶ) τὰ προσόντα παρέχεις χωρὶς βί(ας): | |
| Ἀλλοτριοῖς π(ως) σαυτὸν ἐκ τῶν ἰδίων· | |
| ἀποξενοῖς πως σαυτὸν ἐξ ἀλλοτρίων· | |
| ὅπως ξενισθῆς ἐν ξένοις ξένος γίνῃ· | |
| ἀποξενούντ(ων) τοὺς ξένους σφῶν ἐκ ξέν(ων)· | |
| ἄγνωστον ἀπόκρυφ(ον) εὖ βιοὺς βίον· | |
| δυσδιάκριτον. λανθάνοντα μυρίους· | |
| Μάρπεις διώκεις τὴν ἀνυποταξίαν· | |
| καθυποτάττων σάρκα τῷ πν(εύματ)ί σου· | |
| ἔχεις ἔλεγχον τὴν συνείδησιν μόνην· | |
| πρὸ τοῦ βαδίσαι τήνδε τὴν ὁρωμένην, | |
| ὑπακοὴν ἔφθασας εἰς νοουμένην· ǁ |
| τρέχεις ἀδείλως· ἑστα(ὼς), ἄνω τρέχεις: | |
| Ἐἐπιγινώσκεις τῶν παθῶν τὰς αἰτίας· | |
| καταγινώσκεις ναυάτου φλυαρίας· | |
| καταισχύνεις ἐκεῖνον ἐν ταῖς αἰσχύναις· | |
| καὶ ταύτας αὐτὰς αἰσχύνεις ἐν αἰσχύνῃ· | |
| διαδιδράσκ(ων) τὴν μένουσαν αἰσχύνην· | |
| ᾗ πᾶσι πάντα φαίνεται κεκρυμμένα: | |
| Τέγγεις ὑγραίνεις τὰς παρειάς σου βρέχ(εις), | |
| μνήμῃ θανάτου (καὶ) τελευταία κρίσει· | |
| (καὶ) τονθορύζεις ἠρέμα σαυτῶ λέγων· | |
| νῦν εὐτρεπίζου· πάντοτε πρὸ(ς) τὴν κρί(σιν)· | |
| (καὶ) γὰρ προπέμπων τὴν ἀναπνοὴν ἔτι, | |
| οὐκ οἶδας εἰ σπάσειας ἄλλην συρμάδα: | |
| Στένεις βύθιον· ἀνατυποῖς κραδίῃ, | |
| χάος καταχθόνιον ἄποσον βάθος· | |
| ἄσβεστον. ἀφώτιστον· ἄπλετον φλόγα. | |
| (καὶ) καταδύσεις ὑπογείων σχισμάτων· | |
| οἰκτρὰς σκοτεινὰς χαλεπὰς τεθλιμμέν(ας)· | |
| πασῶν βασάνων εἰκόνας αἰωνίων: | |
| Οξυχολίας (καὶ) θυμοῦ. δι’ ὧν φλόγα, | |
| καταπραΰνεις καὶ μαραίνεις, σβεννύ(εις)· | |
| ἐν οἷς ἀκούεις, οὔ θυμαλγεῖς ὡς νάβαλ· | |
| ἐν οἷς σὺ λαλεῖς ὡς ἀβιγαία λέγεις· | |
| οὐδέν τι δυσάντητον ἐστυγημένον, | |
| λαλεῖς καχλάζων. εἰσορᾶς ἀναζέων. | |
| Ἀλλ’ οὐδὲ κρύπτεις ὡς κάμηλο(ς) κακίαν· | |
| ἐν κωδίῳ τὸν λύκον· ἐν κόλποις ὄφιν· | |
| ξύλῳ σαθρῷ σκώληκα· τὴν μῆνιν, πράῳ· | |
| κεύθων μὲν ἄλλα καρδίας ἐν τῷ βάθει· | |
| ἄλλα δὲ βάζων λευκέροισι χειλέοις, | |
| ἐν ἡδύτητι πικρίας, ἁμαρτάνων: ǁ |
| Λαλεῖς δὲ λοιπὸν ὡς ἔχεις ἐν κρυφίῳ· | |
| κἂν μικρὸν ἐκστῆς, συντόμως ἐπανάγῃ· | |
| οὐκ ἐκδαπανῶν ἐν νόθοις ἡσυχίοις, | |
| τὴν ἀγκαλίδα τὴν μερίδα τοῦ λόγου, | |
| εἶτ’ αὖ μιαίνων ἀγάπης ὑποκρίσει. | |
| (καὶ) τῆ μελήσει τοῦ καταλαλουμένου: | |
| Εὐτράπελόν τι λαμυρὸν πλέκ(ων) ἔπο(ς)· | |
| λαρὸν προσηνὲς ἡδὺ (καὶ) μεμιγμένον· | |
| αὐτὸ πλατύνων κρασπέδοις τοῖς ἐκ λίνου· | |
| εἰ μὴ γὰρ ἔξω νοῦς γένηται τῆς ἕδρας· | |
| παρεκτροπὰς ἑάσας ἰδίας βλέπειν, | |
| ἄλλως ἐς ἄλλων οὐ παρακύπτει κρίσιν· | |
| Τὸ ψεῦδος ἐξ ὧν λαμβάνει παρρησίαν· | |
| ὃ τὴν ἀγάπην ἀποκόπτει ῥιζόθεν· | |
| ἐγκρὶς· γλύκασμα· δόρπο(ς)· ἀπάτη· βέλο(ς)· | |
| ὁ γοῦν ἀγάπην (καὶ) κατάνυξιν ἔχων, | |
| ψεῦδος τὸ κακὸν ὑπαλύξειν ἰσχύει· | |
| ἐν οἷς ὅτε χρὴ· πρὸς ῥαὰβ ἀποβλέπ(ων). | |
| Ἐντεῦθεν εἰπὲ χρήσομαι πῶς τῶ λόγω· | |
| εἰς ἐξέτασιν τῆς ἀκηδίας φθάσας· | |
| πενθεῖς σὺ σαυτόν ὡς ἔφην ἀνωτέρω· | |
| πενθικὸν ἦτορ. οἶδε τὴν ἀκηδίαν, | |
| μνήμη παλαῖον κρίσεως τῆς ἐσχάτης; | |
| ἥκιστα· συμφήσειε πᾶς μνημημόρος: | |
| Χαῦνον πλαδαρ(ὸν) ὑγρὸν ἐκλελυμένον· | |
| βίον διώκεις ἀπελαύνεις μακρόθεν· | |
| (καὶ) τὸν σκοτεινὸν ἐκτελοῦντα τὸν νόα· | |
| δειλόν τε δυσκίνητον ἐξ ἀσιτίας· | |
| στυγνὸν κατηφῆ δεινὸν ἄφιλον λόγοις· | |
| ἅπερ γινώσκων, τὴν μέσην στείβ(εις) στίβ(ον)· ǁ |
| Δηλοῖ δὲ ταύτην τὴν μεσόρροπ(ον) τρίβον, | |
| ἡ σωφροσύνη σαρκίου καθαρότης· | |
| ῥύψις τελεία σαρκικῶν μιασμάτων· | |
| ἀφθαρτοσωμάτωσις ἁγνείας κράτο(ς)· | |
| ἣ, θλαδίαν δείκνυσι σιδήρου δίχα, | |
| τὸ λευϊτικὸν ἀξίωμα κ(υρίο)υ. | |
| Ἆρ’ οὖν νικήσας τὴν φύσιν ὑπὲρ φύσιν· | |
| τὸν φυσικ(ὸν) κίνδυνον ὑπαλυσκάσας | |
| φιλαργυρίας ἀγχόνῃ κατεπνίγη; | |
| οὐκ ἔστιν εἰπεῖν· μάρτυρές μοι μυρίοι. | |
| (καὶ) πρῶτο(ς) αὐτὸς τῆς ἀφιλαργυρίας | |
| κῆρυξ μέγιστος· δωρεῶν ὑπερπόσων· | |
| Οὐκ ἠγνόησα σὸν μακάριον πάθος· | |
| φυλοκρινῶ σου φιλοτιμοδωρίας· | |
| διδοὺς, γέγηθας· μὴ διδοὺς, ἀλγεῖς σφόδρα· | |
| Πολλ(ῶν) ἐρᾶς οὐχ’ ἵν’ ἀποκλείσης ἔσω, | |
| ἀλλ’ ἵνα πολλοῖς πολλὰ πολλὰ σκορπίσ(ης)· | |
| (καὶ) τοῦτο πολλῶν διολισθαίνει φρέν(ας): | |
| Ὥσπερ τὸ χαίρειν ἐν καλαῖς μελωδί(αις)· | |
| ψάλλ(ειν) ἀνυμνεῖν εὐλογεῖν τὸν δεσπότ(…). | |
| ἐν ἑσπεριναῖς ἡμεριναῖς ἐννύχοις, | |
| εὐχαῖς λιταῖς τε παραστάσεσι ξέναις· | |
| ὣς κορδακισμὸν οὐκ ἔχ(ειν) ἐν σοὶ τόπον· | |
| ἀλλὰ μελισμὸν ἐν μελησμῷ κ(υρίο)υ: | |
| Ἥγνισε νοῦν ἄγρυπνον ὄμμα (καὶ) φρέν(ας). | |
| (καὶ) σάρκα δυσκάθεκτον εἶξε τῷ λόγωι, | |
| λειτουργὸν εἰργάσατο καθηγνισμένον, | |
| θ(εο)ῦ τραπέζης δεξιὸν παραστάτην, | |
| ἄλλοις μεταδιδόντα τῶν μυστηρί(ων)· | |
| πολλοῖς σὲ μυστήριον εὖ δεδειγμέν(ον), | |
| Διὰ τελείας πίστε(ως)· ὀρθοῦ λόγου· | |
| δι’ εὐσεβείας ὑγιοῦς ἡδρασμένης· ǁ |
| δι’ ἧς δεδίττεις κοσμοκράτορ(ας) σκότους· | |
| ἐχθροὺς ἀπίστους δυσμενεῖς ἀντιθέους· | |
| τὸ νηπιῶδες ἦθος ἐν γηραλέω | |
| ψυχῆς ἀναστήματι μὴ δεδεγμένος: | |
| Ἅπερ κυΐσκει τοὺς ἐχιδνώδεις τόκους· | |
| τὴν τῶν κακῶν θάλα(σσαν) ἢ τὴν πλημμύρ(αν)· | |
| τὴν τοῦ σατᾶν δίαιταν ἢ τὴν ἑστίαν· | |
| τὸ ναυάγιον. τὸν κλύδωνα. τὸν στρόφον | |
| τὴν ἀπατουργ(ὸν) τῶν καλῶν ἀναιρέτιν· | |
| τὴν, ᾧ καλεῖται δεικνύουσαν τὴν φύσιν: | |
| Ἐξ ἧς θ(εο)ῦ ἄρνησις, ἀν(θρώπ)ων φθόνος· | |
| ἐξουδένωσις κρειττόνων οὐ κρειττόνων· | |
| ἐκστάσεώς τε πρόδρομο(ς) καὶ μανίας· | |
| πηγὴ θυμοῦ· (καὶ) ῥίζα τῆς βλασφημίας· | |
| πικρὸς δικαστὴς· ὑποκρίσε(ως) θύρα· | |
| στήριγμα. πύργος· λαβύρινθο(ς) δαιμόνων: | |
| Ρίζης κακῆς ἤκουσας ὄρπηκας ἴσους, | |
| καρποὺς ἀχρήστους (καὶ) σαπροὺς (καὶ) παγκάκ(ους), | |
| τῆς ὑπερηφανίας, ἡ βλασφημία, | |
| κρύψις ἁμαρτήματο(ς)· ἀπρεπεῖς λόγοι· | |
| οὐδέν γαρ οὕτω κρατύνει τοὺς δαίμον(ας) | |
| (καὶ) τοὺς λογισμοὺς, ὡς τὸ λαθραίους ἔχειν: | |
| Ἐντεῦθεν ὄντως τὴν πονηρίαν ἔγνων, | |
| ἰσχὺν δύναμιν λαμβάνουσαν (καὶ) κράτος· | |
| ἀσχημοσύνην δαιμονιώδη· δόλον· | |
| πένθους μακρυσμ(ὸν)· πρόξενον συμπτωμ(ά)τ(ων)· | |
| ἰδιογνωμόρυθμον. ἄφρονα τρόπον· | |
| ἥτις ἄφαντος γίνεται, ποίῳ τρόπωι: | |
| Πράῳ ταπεινῷ μετρίῳ τῇ καρδίαι· | |
| (καὶ) μισοθύμῳ· (καὶ) μισοργιλοφθόνωι· | |
| εὐσυμπαθήτωι (καὶ) κατανενυγμένωι, | |
| φαιδρῷ γαληνῷ (καὶ) καθιλαρευμ(έν)ω· ǁ |
| εὐηνίω. χαίροντ(ι) μὴ ζοφουμ(έν)ω· |
| περιμερίμνω σφαλμάτ(ων) τ(ῶν) ἰδίων: | |
| Οὗτος λόγος σοι πν(ευμάτ)ων ὅρος νόμος· | |
| ἐν εὐσεβεία σωμάτ(ων) πληρουμένων· | |
| τὰ καθ’ ἑαυτοὺς ἀνακρίνειν (καὶ) μόνους· | |
| ποιεῖν τὸ χρηστὸν, εὐδιακρίτῳ κρίσει· | |
| εὑρεῖν τὸ κακὸν, (καὶ) μισεῖν ἐκ καρδί(ας). | |
| ἀποστρέφεσθαι τὴν ἀνυποταξίαν: | |
| Επιστρέφεσθαι τῆς λόγων ἡσυχίας. | |
| κλείειν θύραν φθέγματο(ς)· ἢ γλώττης ὅλ(ης)· | |
| ἔνδον πύλην πν(εύματο)ς· ἢ ψυχῆς ὅλης· | |
| αὕτη γαρ ἡσυχία· ταῦτα κυρίως· | |
| δι’ ἧς ὁ παῦλος εἰς πόλεις διατρίβ(ων), | |
| ἄτριπτον ἀβάδιστον ἔτριψε τρίβ(ον): | |
| Ἣν τριὰς ἁπλῆ καὶ δυὰς συνιστάνει· | |
| στάσις ἀκλινὴς σώματο(ς) κατακρίτου· | |
| στεναγμὸς ἀλάλητο(ς)· εἷς βραχὺς λόγος· | |
| νοὸς φυλακὴ· συνοχή τε καρδίας· | |
| ταύτην γὰρ οἶδα πν(εύματο)ς κραυγὴν μόν(ην)· | |
| οὐ τὴν διὰ στόματο(ς)· οὐ τῶν χειλέων: | |
| Οὕτω σὺ ποιῶν, εἰς ἀπάθειαν φθάσεις· | |
| βαίης γαρ ἐγκάρδιον ἐς νοὸς πόλον· | |
| ἀθύρματα παίγνια· τὰς τῶν δαιμόν(ων)· | |
| καλῶς νομίσεις μηχανοπλανουργί(ας)· | |
| καταπατήσεις λῖν· δράκοντα τὸν μ(έ)γ(αν)· | |
| ὄφιν κεραστὴν βασιλίσκον. ἀσπίδα· | |
| Θεῷ σχολάσεις (καὶ) παρεδρεύσεις μόνω· | |
| θ(εὸ)ν κατίδοις ἐν σχολῇ τῇ βελτέρᾳ· | |
| θ(ε)ῶ προσάψεις τοῦ θ(εο)ῦ τὴν εἰκόνα· | |
| τὸν νοῦν τὸ πν(εῦμ)α τοῦ παναχράντ(…) λόγου· | |
| οὐχὶ μερίσεις τῷ θ(ε)ῷ (καὶ) τῷ πλάνῳ, | |
| τῆ δὲ τριάδι, τριάδα συναγάγοις· | |
| Ἣ σήμερόν σοι· κατὰ τόνδε τὸν βίον, ǁ |
| ἵλαο(ς) ὀπτάνοιτο συμπαθεστάτη· | |
| πταίσμασι τριτάτοισι τριμεροῦς χρό(ν)ου· | |
| κατευοδοῦσα τὰ διαβούλιά σου· | |
| κατευθύνουσα τὰ διαβήματά σου· | |
| διεκτελοῦσα τὰ προσαιτήμ(α)τ(ά) σου· | |
| κἀκεῖ συνεντάττουσα χρηστοπατράσιν, | |
| εὐχαῖς π(ατ)ρ(ό)ς μου τοῦ πανηγιασμένου· | |
| Τοῦ λαμπροπυρσομορφογλωττοεργάτου· | |
| (καὶ) πυρσολαμπρομορφορηματοτρόπου· | |
| (καὶ) χρυσολιθομαργαροστεφοπλόκου· | |
| νοῒ. λόγῳ. πν(εύματ)ι, κατεστεμμένου· | |
| ἀμήν· ἀμήν· ἀμὴν γένοιτο (καὶ) πάλιν:- |