| Στίχοι εἰς τ(ὴν) ἀρχὴν τῆς κλίμακος | ἐν σχήματι ἐγκωμίου· παραίνεσιν | παρεισάγοντες, (καὶ) κλίμακα παρι|στῶντες ἑτέραν· ἧς μία ἑκάστη ἀ|νάβασις, δι' ἓξ στίχων συνίσταται:· προοίμιον τῆς διὰ στίχων κλίμακος:· |
| |
| Ψήγματα χρυσᾶ, τοῖς λυδοῖς αἱρεῖ λόγος, | |
| πακτωλὸν ἐκρεῖν· ὄντα τοῦ τμώλου κάτω· | |
| ὑφ’ ὧν κροῖσος ὤγκωτο πεπλανημένος | |
| βλακάς ἄνους ὢν, ψαφαροῖς ἠρεισμένος· | |
| ὡς τοῦδε ῥεῦσις, ὕστερον παρεφθάρη: | |
| Καὶ τὴν γενειάδα δὲ περσῶν ὁ κράτωρ, | |
| ἔχων χρυσείων ἐκ πετάλων χρυσίνην, | |
| ἔχειν ἑαυτὸν δόξαν ἦδε μακάρων: | |
| Μύρμηκες ἐπλούτιζον ἀπὸ βαθέων, | |
| ψάμμων, μελανῶν ἰνδικῶν βρο|τῶν γένος: | |
| Ἐπιρρέων ὁ νεῖλος ὥριος· τόποις |
| αἰγυ|πτιακοῖς, πλοῦτον ἐκ τῶν ὡρίων, | |
| πολὺν ἐποίει φαραωνίτας ἔχειν· | |
| Ἀγάλλεταί τις ὄρνισιν, ἄλλος φυτοῖς· | |
| λίθοις τιμίοις ἄλλος· ἄλλος μαργάροις· | |
| σοί δ’ οὐ φθιτόν τι καὶ διαρρέον χρόνω· | |
| περιφιλεῖται στέργεται πεπνυμένε· | |
| ἀλλ’ ἄφθιτον καὶ κρεῖττον ὧν ἄν τις φράσοι. | |
| ὁποῖον ἴσως ἀγνοῶν ἔροιτό τις· |
| λόγος· | τὸ μεῖζον ὧν παρέσχε σοι λόγος· |
| ὃν νοῦς | βρότειος· καὶ πολλὺς ἱδρώς πόνος· |
| (καὶ) | πίστις ἐκράτυνε καθαρωτάτη + | |
| Τὸ τῶν παθῶν ἴαμα τῶν ἑκατέρων· | |
| τὸ φῶς τὸ φαῖνον φῶς ὑπέρτατον | λίαν· |
| φωτίζον ἅπαν ἀμέσως φῶς | ἐμμέσως :· | |
| Δι’ οὗ τὸ δισσὸν ἔργον ἔγνως τοῦ φάους· | |
| κόσμον παρραρρέοντα καὶ παρηγμ(έν)ον | |
| κόσμον διαμένοντα καὶ πεπηγμένον, | |
| τὴν φύσιν αὐτῶν, ποία τὰ τούτων τέλη, | |
| ἢ μᾶλλον εἰπεῖν, τέκμαρ ἀρχὴν, τῶν | δύο:· | |
| Δι’ οὗ τὰ συμφέροντα ταῖς εὐπραξίαις· | |
| ἐν ὀρθότητι τῶν νοὸς κινημάτων, |
| ἔ|μαθες ἠγάπησας αὐτὰ προκρίνων:· | |
| αἴγυπτον ἐξέφυγες ἐσκοτισμένην, |
| ἡδυ|πάθειαν ἀνάπαυσιν σαρκίου· |
| καὶ | φαραῶ τύραννον αὐτῆς τὸν μέγαν, |
| τὸ | σαρκικὸν φρόνημα τὸν κενὸν βίον· | |
| ἐπιστάτας τε τοὺς βαρεῖς ἐργοδότας, | |
| λογισμορέκτας, παθοσυγκαταθέσεις :· | |
| Οὐ πρὶν μισήσας, ὕστερον μεταμέλη, |
| ὡς | λὼτ γύναιον, κἂν γὰρ ἐν μέσοις στρέφη, | |
| ἄκραν ἀπροσπάθειαν ἐμμέσοις ἔχεις· | |
| ἐγκάρδιον λείψανον οὐκ ἔστι λύπης, | |
| ἐπιστερήσει πραγμάτων μοχθηρίας· | |
| καὶ τὰ προσόντα παρέχεις χωρὶς βίας: | |
| Ἀλλοτριοῖς πως σαυτὸν ἐκ τῶν ἰδίων· | |
| ἀποξενοῖς πως σαυτὸν ἐξ ἀλλοτρίων· | |
| ὅπως ξενισθῆς, ἐν ξένοις ξένος γίνη· | |
| ἀποξενούντων τοὺς σφῶν ἐκ ξένων· ‖ |
| ἄγνωστον ἀπόκρυφον εὖ βιοὺς βίον· | |
| δυσδιάκριτον λανθάνοντα μυρίους + | |
| άρπεις διώκεις τὴν ἀνυποταξίαν· | |
| καθυποτάσσων σάρκα τῶ πν(εύματ)ί σου· | |
| ἔχεις ἔλεγχον τὴν συνείδησ(ιν) μόνην· | |
| πρὸ τοῦ βαδίσαι τήνδε τὴν ὁρωμέν(ην) | |
| ὑπακοήν ἔφθασας εἰς νοουμένην· | |
| τρέχεις ἀδήλως· ἑσταὼς ἄνω τρέχεις :· | |
| Ἐπιγινώσκεις τῶν παθῶν τὰς αἰτίας· | |
| καταγινώσκεις ναυάτου φλυαρίας, | |
| καταισχύνεις ἐκεῖνον ἐν ταῖς αἰσχύναις, | |
| (καὶ) ταύτας αὐτὰς, αἰσχύνεις ἐν αἰσχύνη· | |
| διαδιδράσκων τὴν μένουσαν αἰσ|χύνην |
| ἧ πᾶσι πάντα φαίνεται κε|κρυμμένα : | |
| έγγεις ὑγραίνεις τὰς παρειάς σου | βρέχεις, |
| μνήμη θανάτου καὶ τελευταία | κρίσει· |
| (καὶ) τονθορύζεις ἠρέμα σαυτῶ | λέγων· |
| νῦν εὐτρεπίζου, πάντοτε πρὸς | τὴν κρίσιν· |
| καὶ γὰρ προπέμπων τὴν | ἀναπνοὴν ἔτι, |
| οὐκ οἶδας εἰ σπάσειας | ἄλλην συρμάδα : | |
| Στένεις βύθιον ἀνατυποῖς κραδίη, | |
| χάος καταχθόνιον ἄποσον βάθος· | |
| ἄσβεστον ἀφώτιστον, ἄπλετον φλόγα· | |
| (καὶ) καταδύσεις ὑπογείων σχισμάτ(ων)· | |
| οἰκτράς· σκοτεινάς· χαλεπάς· τεθλι|μμένας· |
| πασῶν βασάνων εἰκόνας | αἰωνίων: | |
| Ὀξυχολίας καὶ θυμοῦ· δι’ ὧν φλόγα, |
| κα|ταπραΰνεις καὶ μαραίνεις σβεννύεις· | |
| ἐν οἷς ἀκούεις, οὐ θυμαλγεῖς ὡς νάβαλ· | |
| ἐν οἷς σὺ λαλεῖς ὡς ἀβιγαία λέγεις· | |
| οὐδέν τι δυσάντητον ἐστυγημένον, |
| λα|λεῖς καχλάζων, εἰσορᾶς ἀναζέον + | |
| Ἀλλ’ οὐδὲ κρύπτεις ὡς κάμηλος κακίαν· | |
| ἐν κοδίω τὸν λύκον· ἐν κόλποις ὄφιν· | |
| ξύλω σαθρῶ σκῶληκα· τὴν μῆνιν, πράω· | |
| κεύθων μὲν ἄλλα καρδίας ἐν τῶ βάθει· | |
| ἄλλα δὲ βύζων λευκέροισι χειλέοις· | |
| ἐν ἡδύτητι πικρίας ἁμαρτάνων + | |
| Λαλεῖς δὲ λοιπὸν, ὡς ἔχεις ἐν κρυφίω· | |
| κἂν μικρὸν ἐκστῆς, συντόμως ἐπα|νάγη· |
| οὐκ ἐκδαπανῶν ἐν νόθοις ἡσυχί(οις), | |
| τὴν ἀγκαλίδα τὴν μερίδα κ(υρίο)υ· |
| εἴτ’ | αὖ μιαίνων ἀγάπης ὑποκρίσει· |
| καὶ τῆ | μελήσει τοῦ καταλαλουμένου: | |
| Εὐτράπελόν τι λαμυρὸν πλέκων ἔπος. | |
| λαρόν προσηνές, ἡδὺ καὶ μεμιγμένον. | |
| αὐτὸ πλατύνων κρασπέδοις τοῖς ἐκ λίνου· | |
| εἰ μὴ γὰρ ἔξω νοῦς γένηται τῆς ἕδρας, | |
| παρεκτροπὰς ἐάσας ἰδίας βλέπειν, | |
| ἄλλως ἐς ἄλλων οὐκ ἀποκλίνει: | |
| Τὸ ψεῦδος ἐξ ὧν λαμβάνει παρρησίαν· | |
| ὃ τὴν ἀγάπην ἀποκόπτει ῥιζόθεν· | |
| ἐγκρίς· γλύκασμα· δόρπος· ἀπάτη· | βέλος. |
| ὁ γοῦν ἀγάπην καὶ κατά|νυξιν ἔχων, |
| ψεῦδος τὸ κακὸν ὑπαλύξειν ‖ ἰσχύει· |
| ἐν οἷς ὅτε χρὴ πρὸς ῥαὰβ ἀπο|βλέπων: | |
| Ἐντεῦθεν εἰπὲ χρήσομαι πῶς τῶ λόγω· |
| εἰς | ἐξέτασιν τῆς ἀκηδίας φθάσας· |
| πενθεῖς | σὺ σαυτόν ὡς ἔφην ἀνωτέρω· |
| πενθι|κὸν ἦτορ, οἶδε τὴν ἀκηδίαν· |
| μνήμη | παλαῖον κρίσεως τῆς ἐσχάτης· | |
| ἥκιστα | συμφήσειε πᾶς μνημόρος: | |
| Χαῦνον πλαδαρόν, ὑγρὸν ἐκλελυμένον· | |
| βίον διώκεις ἀπελαύνεις μακρόθεν· | |
| καὶ τὸν σκοτεινὸν ἐκτελοῦντα τὸν | νόα· |
| δειλόν τε δυσκίνητον ἐξ ἀσιτίας· | |
| στυγνὸν κατηφῆ δεινὸν ἄφιλον λόγοις· | |
| ἅπερ γινώσκων, τὴν μέσην στείβεις | στίβον | |
| Ψηλοῖ δὲ ταύτην τὴν μεσόρροπον τρίβον, | |
| ἡ σωφροσύνη σαρκίου καθαρότης· | |
| ῥύψις τελεία σαρκικῶν μιασμάτων· | |
| ἀφθαρτοσωμάτωσις ἁγνεί(ας) κράτος· | |
| ἧ θλαδίαν δέδεισχε σιδήρου δίχα· | |
| τὸ λευϊτικὸν ἀξίωμα κ(υρίο)υ: | |
| Ἆρ’ οὖν νικήσας τὴν φύσιν ὑπὲρ φύσιν, | |
| τὸν φυσικὸν κίνδυνον ὑπαλυσκάσας· | |
| φιλαργυρίας ἀγχόνη κατεπνίγη, | |
| οὐκ ἔστιν εἰπεῖν· μάρτυρές μοι μυρίοι· | |
| καὶ πρῶτος αὐτὸς τῆς ἀφιλαργυρίας· | |
| κῆρυξ μέγιστος, δωρεῶν ὑπέρ πόσων: | |
| Οὐκ ἠγνόησα σὸν μακάριον πάθος, | |
| φυλοκρινῶ σου φιλοτιμοδωρίας· | |
| διδοὺς, γέγηθας· μὴ διδοὺς ἀλγεῖς | σφόδρα· |
| πολλῶν ἐρᾶς οὐχ’ ἵν’ ἀποκλεί|σης ἔσω, |
| ἀλλ’ ἵνα πολλοῖς, πολλὰ πολλὰ | σκορπίσης· |
| (καὶ) τοῦτο πολλῶν διο|λισθαίνει φραίνας· | |
| Ὥσπερ τὸ χαίρειν ἐν καλαῖς μελωδίαις, | |
| ψάλλειν ἀνυμνεῖν εὐλογεῖν τὸν δεσπότην, | |
| ἐν ἑσπεριναῖς ἡμεριναῖς ἐννύχοις, | |
| εὐχαῖς λιταῖς τε παραστάσεσι ξέναις, | |
| ὡς κορδακισμὸν οὐκ ἔχειν ἐν σοὶ τόπον, | |
| ἀλλὰ μελισμὸν ἐν μελισμῶ κ(υρίο)υ: | |
| Ἥγνισε νοῦν ἄγρυπνον ὄμμα καὶ φρένας· | |
| καὶ σάρκα δυσκάθεκτον εἶξε τῶ λόγω· | |
| λειτουργὸν εἰργάσατο καθηγνισμ(έν)ον· | |
| θ(εο)ῦ τραπέζης δεξιὸν παραστάτην· | |
| ἄλλοις μεταδιδόντα τῶν μυστηρίων· | |
| πολλοῖς σὲ μυστήριον εὖ δεδειγμένον: | |
| Διὰ τελεί(ας) πίστεως· ὀρθοῦ λόγου· |
| δι’ εὐσε|βείας ὑγιοῦς ἡδρασμένης· |
| δι’ ἧς | δεδίττεις κοσμοκράτορας σκότους· | |
| ἐχθροὺς ἀπίστους, δυσμενεῖ, ἀντιθέ(ους)· | |
| τὸ νηπιῶδες ἦθος ἐν γηραλέω· |
| ψυχῆς | ἀναστήματι μὴ δεδεγμένος: | |
| περ κυίσκει τοὺς ἐχιδνώδεις τόκους· | |
| τὴν τῶν κακῶν θάλασσαν, ἢ τὴν | πλημμύραν· |
| τὴν τοῦ σατᾶν δίαιταν | ἢ τὴν ἑστίαν· |
| τὸ ναυάγιον· τ(ὸν) κλύδωνα | τὸν στρόφον· |
| τὴν ἀπατουργὸν τῶν κα|λῶν ἀναιρέτιν· |
| τὴν, ὦ καλεῖται ‖ δεικνύουσαν τὴν φύσιν: | |
| Ἐξ ἧς θ(εο)ῦ ἄρνησις, ἀν(θρώπ)ων φθόνος· |
| ἐξου|δένωσις κρειττόνων οὐ κρειττόνων· |
| ἐκ|στάσεώς τε πρόδρομος καὶ μαγίας· |
| πη|γῆ θυμοῦ, (καὶ) ῥίζα τῆς βλασφημίας· | |
| πικρὸς δικαστὴς, ὑποκρίσεως θύρα· | |
| στήριγμα· πῦργος· λαβύρινθος δαιμόν(ων)· | |
| ίζης κακῆς ἤκουσας ὄρπηκας ἴσους· | |
| καρποὺς ἀχρήστους καὶ σαπροὺς καὶ | παγκάκους· |
| τῆς ὑπερηφανίας· ἡ βλα|σφημία· |
| κρύψις ἁμαρτήματος, ἀ|πρεπεῖς λόγοι· |
| οὐδὲν γὰρ οὕτω κρα|τύνει τοὺς δαίμονας· |
| καὶ τοὺς | λογισμοὺς, ὡς τὸ λαθραίως ἔχειν: | |
| Ἐντεῦθεν ὄντως τὴν πονηρίαν ἔγνων, | |
| ἰσχύν δύναμιν λαμβάνουσαν καὶ | κράτος· |
| ἀσχημοσύνην δαιμονιώδη· | δόλον· |
| πένθους μακρυσμὸν πρό|ξενον συμπτωμάτων· |
| ἰδιογνω|μόρυθρον· ἄφρονα τρόπον· |
| ἥτις | ἄφαντος γίνεται ποίω τρόπω: | |
| Πράω ταπεινῶ μετρίω τῆ καρδία· | |
| (καὶ) μισοθύμω καὶ μισοργιλοφθόνω· | |
| εὐσυμπαθήτω, καὶ κατανενυγμένω· | |
| φαιδρῶ γαληνω, καὶ καθιλαρευ|μένω· |
| εὐηνίω χαίροντι μὴ ζοφου|μένω· |
| περιμερίμνω, σφαλμάτων | τῶν ἰδίων: | |
| Οὗτος λόγος σοι πν(ευμάτ)ων ὅρος νόμος· | |
| ἐν εὐσεβεία σωμάτων πληρουμένων· | |
| τὰ καθ’ ἑαυτοὺς ἀνακρίνειν καὶ μόν(ους)· | |
| ποιεῖν τὸ χρηστὸν, εὐδιακρίτω κρίσει· | |
| εὑρεῖν τὸ κακὸν, καὶ μισεῖν ἐκ καρδί(ας)· | |
| ἀποστρέφεσθαι τὴν ἀνυποταξίαν: | |
| Ἐπιστρέφεσθαι τῆς λόγων ἡσυχίας· |
| κλείειν | θύραν φθέγματος, ἢ γλώττης ὅλης· | |
| ἔνδον πύλην πνεύματος ἢ ψυχῆς ὅλης· | |
| αὕτη γὰρ ἡσυχία, ταῦτα κυρίως· | |
| δι’ ἧς ὁ παῦλος εἰς πόλεις διατρίβων· | |
| ἄτριπτον ἀβάδιστον, ἔτριψε τρίβον: | |
| Ἣν τριὰς ἁπλὴ· καὶ δυὰς συνιστάνει· |
| στά|σις ἀκλινὴς σώματος κατακρίτου | |
| στεναγμὸς ἀλάλητος εἷς βραχὺς λόγος· | |
| νοὸς φυλακὴ συνοχῆ τε καρδίας· | |
| Ταύτην γὰρ οἶδα πν(εύματο)ς κραυγὴν μόνην, | |
| οὐ τὴν διὰ στόματος, οὐ τῶν χειλέων: | |
| Οὕτω σὺ ποιῶν, εἰς ἀπάθειαν φθάσης· | |
| βαίης γὰρ ἐγκάρδιον ἐς νοὸς πόλον· | |
| ἀθύρματα παίγνια, τὰς τῶν δαιμόνων· | |
| καλῶς νομίσης μηχανοπλανουργί(ας)· | |
| καταπατήσεις λῖν, δράκοντα τὸν | μέγαν· |
| ὄφιν κεράστην βασιλίσκον | ἀσπίδα: | |
| Θ(ε)ῶ σχολάσεις καὶ παρεδρεύσεις μόνω· | |
| θ(εὸ)ν κατίδοις ἐν σχολῆ τῆ βελτέρα· | |
| θ(ε)ῶ προσάψεις, τοῦ θ(εο)ῦ τὴν εἰκόνα· | |
| τὸν νοῦν τὸ πν(εῦμ)α τοῦ παναχράντου | λόγου· |
| οὐχὶ μερίσεις τῶ θ(ε)ῶ καὶ τῶ ‖ πλάνω· |
| τῆ δὲ τριάδι, τριάδα συνα|γάγοις: | |
| σήμερόν σοι κ(α)τ(ὰ) τόνδε τὸν βίον, |
| ἵλαος | ὀπτάνοιτο συμπαθεστάτη· |
| πταίσμασι | τριτάτοισι τριμεροῦς χρόνου· |
| κα|τευοδοῦσα τὰ διαβούλιά σου· |
| κα|τευθύνουσα τὰ διαβήματά σου· | |
| διεκτελοῦσα, τὰ προσαιτήματά σου· | |
| κἀκεῖ συνενττάτουσα χριστοπατράσιν· | |
| εὐχαῖς π(ατ)ρ(ό)ς μου τοῦ πανηγιασμένου· | |
| τοῦ λαμπροπυρσομορφογλωτοεργάτου· | |
| καὶ πυρσολαμπρομορφορημάτων | τρόπου· |
| καὶ χρυσολιθομαργαροστεφο|πλόκου· |
| νοῒ λόγω πν(εύματ)ι, κατεστεμμένου· | |
| ἀμὴν ἀμὴν γένοιτο καὶ πάλιν:· |