| Ἕτεροι στίχ(οι) εἰς τ(ὴν) ἀρχ(ὴν) τ(οῦ) αὐτ(οῦ) κλίμακο(ς). ἐν σχήματ(ι) | ἐγκωμίου, παραίνεσιν παρεισάγοντες· | κ(αὶ) κλίμακα παριστῶντες ἑτέραν· ἧς μία | εκάστη ἀνάβασις, δι’ ἓξ στίχ(ων) συνίσταται:- | Προοίμι(ον) τ(ῆς) διὰ στίχων κλίμακος : – |
| |
| Ψήγματα χρυσᾶ. τ(οῖς) λυδ(οῖς) αἱρεῖ λόγο(ς), |
| πακτωλὸν ἐκρεῖν· ὄντα τ(οῦ) τμώλ(ου) κάτω· |
| ὑφ’ ὧν κροῖσος ὤγκωτο πεπλανημ(έν)ο(ς)· |
| βλακάς. ἄνους ὤν· ψαφαρ(οῖς) ἠρεισμένος· |
| ὡς τοῦδε ῥεῦσ(ις), ὕστερ(ον) παρεφθάρη. |
| Καὶ τ(ὴν) γενειάδα (δὲ) περσ(ῶν) ὁ κράτωρ· |
| ἔχων χρυσεί(ων) ἐκ πετάλων χρυσίνην, |
| ἔχ(ειν) ἑαυτ(ὸν) δόξ(αν) ἦδε μακάρω(ν). |
| Μύρμηκες ἐπλούτιζ(ον) ἀπὸ βαθέω(ν) |
| ψάμμ(ων), μελαν(ῶν) ἰνδικ(ῶν) βροτ(ῶν) γένος. |
| Ἐπιρρέ(ων) ὁ νεῖλο(ς) ὥριο(ς)· τόπ(οις) |
| αἰγυπτιακ(οῖς), πλοῦτ(ον) ἐκ τ(ῶν) ὡρί(ων), |
| πολὺν ἐποίει φαραωνίτ(ας) ἔχ(ειν). ‖ |
| Ἀγάλλεταί τ(ις) ὄρνισ(ιν)· ἄλλο(ς), φυτ(οῖς), |
| Λίθ(οις) τιμί(οις), ἄλλο(ς)· ἄλλο(ς) μαργάροις· |
| Σοί δ’ οὐ φθιτ(όν) τι κ(αὶ) διαρρέον χρόνωι, |
| περιφιλεῖ(ται) στέργεται πεπνυμένε· |
| ἀλλ’ ἄφθιτ(ον) κ(αὶ) κρεῖττον ὧν ἄν τ(ις) φράσοι· |
| Ὁποῖ(ον) ἴσως· ἀγνο(ῶν) ἔροιτό τις· |
| Λόγο(ς)· τὸ μεῖζον ὧν παρέσχε σοι λόγο(ς)· |
| ὃν νοῦς βρότειο(ς)· κ(αὶ) πολὺς ἱδρώς· πόνο(ς)· |
| κ(αὶ) πίστις ἐκράτυνε καθαρωτάτη· |
| Τὸ τ(ῶν) παθ(ῶν) ἴαμα τ(ῶν) ἑκατέρων· |
| τὸ φῶς τὸ φαῖν(ον) φῶς ὑπέρτατ(ον) λί(αν)· |
| φωτίζον ἅπ(αν) ἀμέσ(ως) φῶς. ἐμμέσως· |
| Δι’ οὗ τὸ δισσ(ὸν) ἔργ(ον) ἔγνως τ(οῦ) φάους· |
| κόσμ(ον) π(αρα)ρρέ(ον)τα κ(αὶ) παρηγμένον· |
| κόσμ(ον) διαμέν(ον)τα κ(αὶ) πεπηγμένον· |
| τ(ὴν) φύσ(ιν) αὐτ(ῶν)· ποῖα τὰ τούτ(ων) τέλη· |
| ἤ μᾶλλον εἰπ(εῖν), τέκμαρ ἀρχ(ὴν), τ(ῶν) δύο· |
| Δι’ οὗ τὰ συμφέροντα τ(αῖς) εὐπραξίαις |
| ἐν ὀρθότητι τ(ῶν) νοὸς κινημάτων, |
| ἔμαθες. ἠγάπησ(ας) αὐτὰ προκρίνων· |
| Αἴγυπτ(ον) ἐξέφυγ(ες) ἐσκοτισμένην· |
| ἡδυπάθειαν, ἀνάπαυσ(ιν) σαρκίου· |
| κ(αὶ) φαραὼ τύραννον αὐτῆς τὸν μ(έ)γ(αν)· |
| τὸ σαρκικ(ὸν) φρόνημα. τ(ὸν) κεν(ὸν) βίον ‖ |
| ἐπιστάτ(ας) τε· τ(οὺς) βαρ(εῖς) ἔργ(ων) δότ(ας)· |
| λογισμορέκτ(ας) παθοσυγκαταθέσεις· |
| Οὐ πρὶν μισήσ(ας), ὕστερ(ον) μεταμέληι, |
| ὡς λὼτ γύναι(ον)· κἂν γὰρ ἐν μέσοις στρέφη, |
| ἄκραν ἀπρο(σ)πάθειαν ἐν μέσοις ἔχεις· |
| ἐγκάρδι(ον) λείψαν(ον) οὐκ (ἔστι) λύπης, |
| ἐπὶ στερήσει πραγμάτ(ων) μοχθηρί(ας)· |
| κ(αὶ) τὰ προσ(όν)τα παρέχεις χωρὶς βί(ας)· |
| Ἀλλοτριοῖς π(ῶς) σαυτ(ὸν) ἐκ τῶν ἰδίων· |
| ἀποξενοῖς π(ῶς) σαυτ(ὸν) ἐξ ἀλλοτρίων· |
| ὅπως ξενισθῆς ἐν ξένοις ξένος γίνη, |
| ἀποξενούντ(ων) τοὺς ξένους σφῶν, ἐκ ξένω(ν)· |
| ἄγνωστον ἀπόκρυφ(ον) εὖ βιοὺς βίον· |
| δυσδιάκριτ(ον) λανθάνοντ(α) μυρίους· |
| Μάρπτεις διώκεις τ(ὴν) ἀνυποταξί(αν)· |
| καθυποτάττ(ων) σάρκα τ(ῷ) πν(εύματ)ί σου· |
| ἔχ(εις) ἔλεγχ(ον) τ(ὴν) συνείδησ(ιν) μόνην· |
| πρὸ τ(οῦ) βαδίσαι τ(ήν)δε τ(ὴν) ὁρωμ(ένην), |
| ὑπακο(ήν) ἔφθασ(ας) εἰς νοουμένην· |
| τρέχ(εις) ἀδείλως· ἑστα(ὼς), ἄνω τρέχ(εις)· |
| Ἐπιγινώσκεις τ(ῶν) παθῶν τ(ὰς) αἰτίας· |
| καταγινώσκ(εις) ναυάτου φλυαρί(ας)· |
| καταισχύν(εις) ἐκεῖν(ον) ἐν τ(αῖς) αἰσχύναις· |
| κ(αὶ) ταύτ(ας) αὐτ(ὰς) αἰσχύν(εις) ἐν αἰσχύνη· ‖ |
| διαδιδράσκ(ων) τ(ὴν) μ(ένου)σ(αν) αἰσχύν(ην)· |
| ἧι πᾶσι πάντα φαίνεται κεκρυμμένα· |
| Τέγγεις ὑγραίνεις τ(ὰς) παρει(άς) σ(ου) βρέχεις, |
| μνήμη θανάτ(ου) κ(αὶ) τελευταία κρίσει· |
| κ(αὶ) τονθορύζεις ἠρέμα σαυτῶ λέγω(ν). |
| νῦν εὐτρεπίζου· πάντοτε πρὸ(ς) τ(ὸν) τάφ(ον)· |
| κ(αὶ) γ(ὰρ) προπέμπ(ων) τ(ὴν) ἀναπνο(ὴν) ἔτι, |
| οὐκ οἶδ(ας) εἰ σπάσει(ας) ἄλλ(ην) συρμάδα. |
| Στένεις βύθιον· ἀνατυποῖς κραδίηι, |
| χάος καταχθόνι(ον)· ἄποσ(ον) βάθος· |
| ἄσβεστ(ον)· ἀφώτιστ(ον)· ἄπλετ(ον) φλόγα· |
| κ(αὶ) καταδύσ(εις) ὑπογεί(ων) σχισμ(ά)τ(ων)· |
| οἰκτράς σκοτεινάς χαλεπάς τεθλιμμένας· |
| πασ(ῶν) βασάν(ων) εἰκόνας αἰωνί(ων). |
| Ὀξυχολί(ας) κ(αὶ) θυμοῦ. δι’ ὧν φλόγα, |
| καταπραύνεις κ(αὶ) μαραίνεις σβεννύ(εις). |
| ἐν οἷς ἀκού(εις), οὐ θυμαλγεῖς ὡς νάβαλ· |
| ἐν οἷς σὺ λαλεῖς, ὡς ἀβιγαία λέγεις· |
| οὐδέν τι δυσάντητ(ον) ἐστυγημ(ένον), |
| λαλεῖς καχλάζων· εἰσορ(ᾶς) ἀναζέων. |
| Ἀλλ’ οὐ(δὲ) κρύπτ(εις) ὡς κάμηλος κακίαν· |
| ἐν κωδίω, τ(ὸν) λύκ(ον)· ἐν κόλπ(οις) ὄφ(ιν)· |
| ξύλω σαθρῶ, σκώληκα· τ(ὴν) μῆνιν, πράωι· |
| κεύθων μὲν ἄλλα καρδίας ἐν τ(ῷ) βάθει· ‖ |
| ἄλλα (δὲ) βάζ(ων) γλευκέροισι χειλέοις· |
| ἐν ἡδύτητι πικρί(ας), ἁμαρτάνων· |
| Λαλεῖς (δὲ) λοιπ(ὸν) ὡς ἔχεις ἐν κρυφίωι· |
| κἂν μικρ(ὸν) ἐκστῆς, συντόμως ἐπανάγηι· |
| οὐκ ἐκδαπαν(ῶν) ἐν νόθοις ἡσυχίοις, |
| τ(ὴν) ἀγκαλίδα τ(ὴν) μερίδα τοῦ λόγου, |
| εἴτ’ αὖ μιαίν(ων) ἀγάπ(ης) ὑποκρίσει· |
| κ(αὶ) τῆ μελήσει τ(οῦ) καταλαλουμένου, |
| Εὐτράπελ(όν) τι λαμυρ(ὸν) πλέκων ἔπ(ος)· |
| λαρ(όν) προσηνές ἡδὺ κ(αὶ) μεμιγμένο(ν)· |
| αὐτὸ πλατύνων κρασπέδ(οις) τ(οῖς) ἐκ λίν(ου)· |
| εἰ μὴ γ(ὰρ) ἔξω νοῦς γένη(ται) τ(ῆς) ἕδρας· |
| παρεκτροπ(ὰς) ἐάσ(ας) ἰδίας βλέπειν, |
| ἄλλως ἐς ἄλλ(ων) οὐ π(αρα)κύπτει κρίσιν· |
| Τὸ ψεῦδο(ς) ἐξ ὧν λαμβάνει παρρησί(αν)· |
| ὃ τ(ὴν) ἀγάπ(ην) ἀποκόπτει ῥιζόθεν· |
| ἐγκρίς· γλύκασμα· δόρπο(ς). ἀπάτη· βέλο(ς). |
| ὁ γοῦν ἀγάπ(ην) κ(αὶ) κατάνυξ(ιν) ἔχων, |
| ψεῦδο(ς) τὸ κακ(ὸν) ὑπαλύξειν ἰσχύει· |
| ἐν οἷς ὅτε χρὴ πρὸ(ς) ῥαὰβ ἀποβλέπω(ν). |
| Ἐντεῦθεν εἰπὲ χρήσομ(αι) πῶς τῶ λόγωι· |
| εἰς ἐξέτασ(ιν) τῆς ἀκηδίας φθάσ(ας)· |
| πενθεῖς σὺ σαυτ(όν) ὡς ἔφ(ην) ἀνωτέρω· |
| πενθικ(ὸν) ἦτορ οἶδε τ(ὴν) ἀκηδίαν; ‖ |
| μνήμη παλαῖ(ον) κρίσεως τ(ῆς) ἐσχάτ(ης); |
| ἥκιστα· συμφήσειε π(ᾶς) μνημημόρος· |
| Χαῦν(ον) πλαδαρ(όν) ὑγρ(όν) ἐκλελυμένον, |
| βίον διώκεις ἀπελαύνεις μακρόθεν· |
| κ(αὶ) τ(ὸν), σκοτειν(ὸν) ἐκτελοῦντα τ(ὸν) νόα· |
| δειλόν τε δυσκίνητ(ον) ἐξ ἀσιτίας· |
| στυγν(όν) κατηφῆ δειν(όν) ἄφιλον λόγοις· |
| ἅπερ γινώσκ(ων) τ(ὴν) μέσ(ην) στείβεις στίβον· |
| Δηλοῖ (δὲ) ταύτ(ην) τ(ὴν) μεσόρροπ(ον) τρίβον, |
| ἡ σωφροσύνη· σαρκίου καθαρότης· |
| ῥύψις τελεία σαρκικ(ῶν) μιασμάτων· |
| ἀφθαρτοσωμάτωσις· ἁγνεί(ας) κράτος· |
| ἣ θλαδίαν δείκνυσι σιδήρου δίχα· |
| τὸ λευϊτικὸν ἀξίωμα κ(υρίο)υ· |
| Ἆρ’ οὖν νικήσ(ας) τ(ὴν) φύσιν ὑπὲρ φύσ(ιν)· |
| τ(ὸν) φυσικ(ὸν) κίνδυν(ον) ὑπαλυσκάσας. |
| φιλαργυρί(ας) ἀγχόνη καταπνίγηι; |
| οὐκ (ἔστιν) εἰπ(εῖν)· μάρτυρές μοι μυρίοι· |
| κ(αὶ) πρῶτο(ς) αὐτὸς. τ(ῆς) ἀφιλαργυρίας |
| κῆρυξ μέγιστο(ς)· δωρεῶν ὑπερπόσων· |
| Οὐκ ἠγνόησα σ(ὸν) μακάρι(ον) πάθο(ς)· |
| φυλοκρινῶ σ(ου) φιλοτιμοδωρίας· |
| διδοὺς, γέγηθας· μὴ διδοὺς, ἀλγεῖς σφόδρα· |
| πολλ(ῶν) ἐρᾶς, οὐχ’ ἵν’ ἀποκλείσης ἔσω· ‖ |
| ἀλλ’ ἵνα πολλ(οῖς) πολλὰ πολλὰ σκορπίσης· |
| κ(αὶ) τοῦτο, πολλ(ῶν) διολισθαίνει φρέν(ας). |
| Ὥσπερ τὸ χαίρ(ειν) ἐν καλαῖς μελωδίαις· |
| ψάλλ(ειν) ἀνυμν(εῖν) εὐλογ(εῖν) τ(ὸν) δεσπότ(ην) |
| ἐν ἑσπεριναῖς ἡμεριναῖς ἐννύχοις, |
| εὐχ(αῖς) λιτ(αῖς) τε π(αρα)στάσεσι ξέναις· |
| ὣς κορδακισμ(ὸν) οὐκ ἔχ(ειν) ἐν σοὶ τόπον· |
| ἀλλὰ μελισμ(ὸν) ἐν μελησμῶι κ(υρίο)υ· |
| Ἥγνισε νοῦν, ἄγρυπν(ον) ὄμμα· κ(αὶ) φρέν(ας)· |
| κ(αὶ) σάρκα δυσκάθεκτον εἶξε τῶ λόγωι· |
| λειτουργ(ὸν) εἰργάσατο καθηγνισμ(ένον)· |
| θ(εο)ῦ τραπέζης δεξιὸν παραστάτ(ην)· |
| ἄλλ(οις) μεταδιδόντα τ(ῶν) μυστηρίω(ν)· |
| πολλ(οῖς) σὲ μυστήριον εὖ δεδειγμένον, |
| Διὰ τελεί(ας) πίστε(ως)· ὀρθοῦ λόγου· |
| δι’ εὐσεβεί(ας) ὑγιοῦς ἡδρασμένης· |
| δι’ ἧς δεδίττεις κοσμοκράτορ(ας) σκότους· |
| ἐχθρούς ἀπίστους δυσμενεῖς ἀντιθέους· |
| τὸ νηπιῶδες ἦθος ἐν γηραλέω |
| ψυχῆς ἀναστήματι μὴ δεδεγμένος· |
| Ἅπερ κυΐσκει τοὺς ἐχιδνώδεις τόκ(ους)· |
| τ(ὴν) τ(ῶν) κακ(ῶν) θάλα(σσαν) ἢ τ(ὴν) πλημμύραν· |
| τ(ὴν) τ(οῦ) σατᾶν δίαιταν ἢ τ(ὴν) ἑστίαν· |
| τὸ ναυά(γιον) τ(ὸν) κλύδωνα τ(ὸν) στρόφον· ‖ |
| τ(ὴν) ἀπατουργ(ὸν) τ(ῶν) καλ(ῶν) ἀναιρέτιν· |
| τ(ὴν), ὧι καλεῖται, δεικνύουσαν τ(ὴν) φ(ύσιν)· |
| Ἐξ ἧς θ(εο)ῦ ἄρνησις, ἀν(θρώπ)ων φθόνος· |
| ἐξουδένωσις κρειττόνων οὐ κρειττόν(ων)· |
| ἐκστάσεως τὲ πρόδρομο(ς) κ(αὶ) μανίας· |
| πηγὴ θυμοῦ· κ(αὶ) ῥίζα τῆς βλασφημί(ας)· |
| πικρὸ(ς) δικαστής. ὑποκρίσεως θύρα· |
| στήριγμα. πύργο(ς). λαβύρινθο(ς) δαιμόνων· |
| Ῥίζης κακῆς ἤκουσ(ας) ὄρπηκ(ας) ἴσους· |
| καρποὺς ἀχρήστους κ(αὶ) σαπροὺς κ(αὶ) παγκάκ(ους)· |
| τῆς ὑπερηφα(νίας), ἡ βλασφημία· |
| κρύψις ἁμαρτήματος· ἀπρεπεῖς λόγ(οι). |
| οὐδὲν γὰρ οὕτω κρατύνει τοὺς δαίμο(νας) |
| κ(αὶ) τοὺς λογισμοὺς, (ὡς) τὸ λαθραίους ἔχειν. |
| Ἐντεῦθεν ὄντ(ως) τ(ὴν) πονηρίαν ἔγνων, |
| ἰσχύν δύναμ(ιν) λαμβάνουσ(αν) κ(αὶ) κράτος· |
| ἀσχημοσύν(ην) δαιμονιώδη· δόλον· |
| πένθους μακρυσμ(όν)· πρόξεν(ον) συμπτωμ(ά)τ(ων)· |
| ἰδιογνωμόρυθμ(ον)· ἄφρονα τρόπον· |
| ἥτις ἄφαντος γίνεται ποίω τρόπω· |
| Πράω ταπεινῶ μετρίω τῆ καρδία· |
| κ(αὶ) μισοθύμω κ(αὶ) μισοργιλοφθόνωι· |
| εὐσυμπαθήτ(ῳ) κ(αὶ) κατανενυγμένω· |
| φαιδρῶ γαληνῶ κ(αὶ) καθιλαρευμένω· ‖ |
| εὐηνίω· χαίρ(ον)τι μὴ ζοφουμ(έν)ω· |
| περιμερίμνω σφαλμάτων τῶν ἰδίω(ν)· |
| Οὗτο(ς) λόγο(ς) σοι πν(ευμάτ)ων ὅρο(ς) νόμο(ς)· |
| ἐν εὐσεβεία σωμάτ(ων) πληρουμ(ένων)· |
| τὰ καθ’ ἑαυτ(οὺς) ἀνακρίν(ειν) κ(αὶ) μόνα· |
| ποι(εῖν) τὸ χρηστ(ὸν) εὐδιακρίτωι κρίσει· |
| εὑρ(εῖν) τὸ κακ(ὸν) κ(αὶ) μισεῖν ἐκ καρδίας· |
| ἀποστρέφεσθ(αι) τ(ὴν) ἀνυποταξί(αν). |
| Ἐπιστρέφεσθ(αι) τῆς λόγων ἡσυχίας· |
| κλείειν θύραν φθέγματο(ς)· ἢ γλώττης ὅλης· |
| ἔνδον πύλην πν(εύματο)ς. ἢ ψυχῆς ὅλης· |
| αὕτη γὰρ ἡσυχία· ταῦτα κυρίως· |
| δι’ ἧς ὁ παῦλ(ος) εἰς πόλεις διατρίβων, |
| ἄτριπτ(ον) ἀβάδιστ(ον) ἔτριψε τρίβο(ν)· |
| Ἣν τρι(ὰς) ἁπλῆ κ(αὶ) δυὰς συνιστάνει· |
| στάσις ἀκλινὴς σώματος κατακρίτ(ου)· |
| στεναγμὸ(ς) ἀλάλητο(ς)· εἷς βραχὺς λόγο(ς)· |
| νοὸς φυλακή· συνοχή τε καρδίας· |
| ταύτ(ην) γὰρ οἶδα πν(εύματο)ς κραυγὴν μόν(ην)· |
| οὐ τ(ὴν) διὰ στόματος· οὐ τ(ῶν) χειλέω(ν)· |
| Οὕτω σὺ ποι(ῶν) εἰς ἀπάθειαν φθάσεις· |
| βαίης γ(ὰρ) ἐγκάρδιον ἐς νοὸς πόλο(ν)· |
| ἀθύρματα, παίγνια. τ(ὰς) τ(ῶν) δαιμό(νων) |
| καλῶς νομίσεις μηχανοπλανουργίας· ‖ |
| καταπατήσεις λῖν· δράκοντ(α) τ(ὸν) μ(έ)γ(αν)· |
| ὄφιν κεράστην· βασιλίσκον. ἀσπίδα· |
| Θ(ε)ῶ σχολάσεις κ(αὶ) παρεδρεύσεις μόνωι· |
| θ(εὸ)ν κατίδοις ἐν σχολῆ τῆ βελτέρα· |
| θ(ε)ῶ προσάψεις τ(οῦ) θ(εο)ῦ τ(ὴν) εἰκόνα· |
| τ(ὸν) νοῦν· τὸ πν(εῦμ)α τ(οῦ) παναχράντ(ου) λόγ(ου)· |
| οὐχὶ μερίσεις τ(ῷ) θ(ε)ῶ κ(αὶ) τ(ῷ) πλάνω. |
| τῆ (δὲ) τριάδι τριάδα συναγάγοις· |
| Ἣ σήμερόν σοι· κατ(ὰ) τ(όν)δε τ(ὸν) βί(ον), |
| ἵλαο(ς) ὀπτάνοιτο συμπαθεστάτη, |
| πταίσμασι τριτάτοισι τριμεροῦς χρόνου· |
| κατευοδοῦσα τὰ διαβούλιά σου· |
| κατευθύνουσα τὰ διαβήματά σου· |
| διεκτελοῦσα τὰ προσαιτήματά σου· |
| κἀκεῖ συνεντάττουσα χρηστοπατράσ(ιν)· |
| εὐχ(αῖς) π(ατ)ρ(ό)ς μ(ου) τ(οῦ) πανηγιασμένου· |
| Τοῦ λαμπροπυρσομορφογλωττοεργάτου· |
| κ(αὶ) πυρσολαμπρομορφορηματοτρόπου· |
| κ(αὶ) χρυσολιθομαργαροστεφοπλόκου· |
| νοῒ λόγω πν(εύματ)ι, κατεστεμμένου· |
| Ἀμήν ἀμ(ήν) ἀμήν γένοιτο κ(αὶ) πάλιν + |