Occurrence 34449

Λαλεῖς δὲ λοιπὸν ὡς ἔχεις ἐν κρυφίῳ,
κἂν μικρὸν ἐκστῇς, συντόμως ἐπανάγῃ,
οὐκ ἐκδαπανῶν ἐν νόθοις ἡσυχίοις
τὴν ἀγκαλίδα, τὴν μερίδα τοῦ Λόγου,
εἴτ’ αὖ μιαίνων ἀγάπης ὑποκρίσει
καὶ τῇ μελήσει τοῦ καταλαλουμένου.
Εὐτράπελόν τι, λαμυρὸν πλέκων ἔπος,
λαρόν, προσηνές, ἡδὺ καὶ μεμιγμένον,
αὐτὸ πλατύνων κρασπέδοις τοῖς ἐκ λίνου,
εἰ μὴ γὰρ ἔξω νοῦς γένηται τῆς ἕδρας
παρεκτροπὰς ἐάσας ἰδίας βλέπειν,
ἄλλως ἐς ἄλλων οὐ παρακύπτει κρίσιν.
Τὸ ψεῦδος ἐξ ὧν λαμβάνει παρρησίαν,
ὃ τὴν ἀγάπην ἀποκόπτει ῥιζόθεν·
ἐγκρίς, γλύκασμα, δόρπος, ἀπάτη, βέλος.
Ὁ γοῦν ἀγάπην καὶ κατάνυξιν ἔχων
ψεῦδος τὸ κακὸν ὑπαλύξειν ἰσχύει,
ἐν οἷς ὅτε χρὴ πρὸς Ῥαὰβ ἀποβλέπων.
Ἐντεῦθεν εἰπὲ χρήσομαι πῶς τῷ λόγῳ
εἰς ἐξέτασιν τῆς ἀκηδίας φθάσας.
Πενθεῖς σὺ σαυτόν, ὡς ἔφην ἀνωτέρω.
Πενθικὸν ἦτορ οἶδε τὴν ἀκηδίαν,
μνήμῃ παλαῖον κρίσεως τῆς ἐσχάτης;
Ἥκιστα συμφήσειε πᾶς μνημημόρος.
Χαῦνον, πλαδαρόν, ὑγρόν, ἐκλελυμένον
βίον διώκεις, ἀπελαύνεις μακρόθεν
καὶ τὸν σκοτεινὸν ἐκτελοῦντα τὸν νόα
δειλόν τε δυσκίνητον ἐξ ἀσιτίας,
στυγνόν, κατηφῆ, δεινόν, ἄφιλον λόγοις.
Ἅπερ γινώσκων τὴν μέσην στείβεις στίβον.
Δηλοῖ δὲ ταύτην τὴν μεσόρροπον τρίβον
ἡ σωφροσύνη, σαρκίου καθαρότης,
ῥύψις τελεία σαρκικῶν μιασμάτων,
ἀφθαρτοσωμάτωσις, ἁγνείας κράτος
ἣ θλαδίαν δείκνυσι σιδήρου δίχα·
τὸ Λευϊτικὸν ἀξίωμα Κυρίου.
Ἆρ’ οὖν νικήσας τὴν φύσιν ὑπὲρ φύσιν,
τὸν φυσικὸν κίνδυνον ὑπαλυσκάσας
φιλαργυρίας ἀγχόνῃ καταπνίγῃ;
Οὐκ ἔστιν εἰπεῖν· μάρτυρές μοι μυρίοι
καὶ πρῶτος αὐτὸς τῆς ἀφιλαργυρίας,
κῆρυξ μέγιστος δωρεῶν ὑπερπόσων.
Οὐκ ἠγνόησα σὸν μακάριον πάθος,
φυλοκρινῶ σου φιλοτιμοδωρίας·
διδοὺς γέγηθας· μὴ διδοὺς ἀλγεῖς σφόδρα.
Πολλῶν ἐρᾷς, οὐχ’ ἵν’ ἀποκλείσῃς ἔσω,
ἀλλ’ ἵνα πολλοῖς πολλὰ πολλὰ σκορπίσῃς·
καὶ τοῦτο πολλῶν διολισθαίνει φρένας.
Ὥσπερ τὸ χαίρειν ἐν καλαῖς μελῳδίαις,
ψάλλειν, ἀνυμνεῖν, εὐλογεῖν τὸν δεσπότην
ἐν ἑσπεριναῖς, ἡμεριναῖς, ἐννύχοις
εὐχαῖς λιταῖς τε, παραστάσεσι ξέναις,
ὣς κορδακισμὸν οὐκ ἔχειν ἐν σοὶ τόπον,
ἀλλὰ μελισμὸν ἐν μελισμῷ Κυρίου.
Ἥγνισε νοῦν ἄγρυπνον ὄμμα καὶ φρένας
καὶ σάρκα δυσκάθεκτον εἶξε τῷ Λόγῳ,
λειτουργὸν εἰργάσατο καθηγνισμένον,
Θεοῦ τραπέζης δεξιὸν παραστάτην
ἄλλοις μεταδιδόντα τῶν μυστηρίων,
πολλοῖς σὲ μυστήριον εὖ δεδειγμένον.
Διὰ τελείας πίστεως, ὀρθοῦ λόγου,
δι’ εὐσεβείας ὑγιοῦς ἡδρασμένης,
δι’ ἧς δεδίττεις κοσμοκράτορας σκότους,
ἐχθρούς, ἀπίστους, δυσμενεῖς, ἀντιθέους,
τὸ νηπιῶδες ἦθος ἐν γηραλέῳ
ψυχῆς ἀναστήματι μὴ δεδεγμένος.
Ἅπερ κυΐσκει τοὺς ἐχιδνώδεις τόκους·
τὴν τῶν κακῶν θάλασσαν ἢ τὴν πλημμύραν,
τὴν τοῦ Σατᾶν δίαιταν ἢ τὴν ἑστίαν,
τὸ ναυάγιον, τὸν κλύδωνα, τὸν στρόφον,
τὴν ἀπατουργὸν τῶν καλῶν ἀναιρέτιν,
τὴν ᾧ καλεῖται δεικνύουσαν τὴν φύσιν.
Ἐξ ἧς Θεοῦ ἄρνησις, ἀνθρώπων φθόνος,
ἐξουδένωσις κρειττόνων, οὐ κρειττόνων
ἐκστάσεώς τε πρόδρομος καὶ μανίας,
πηγὴ θυμοῦ καὶ ῥίζα τῆς βλασφημίας,
πικρὸς δικαστής, ὑποκρίσεως θύρα,
στήριγμα, πύργος, λαβύρινθος δαιμόνων.
Ῥίζης κακῆς ἤκουσας ὄρπηκας ἴσους,
καρποὺς ἀχρήστους καὶ σαπροὺς καὶ παγκάκους
τῆς ὑπερηφανίας· ἡ βλασφημία,
κρύψις ἁμαρτήματος, ἀπρεπεῖς λόγοι.
Οὐδὲν γὰρ οὕτω κρατύνει τοὺς δαίμονας
καὶ τοὺς λογισμοὺς ὡς τὸ λαθραίους ἔχειν.
Ἐντεῦθεν ὄντως τὴν πονηρίαν ἔγνων
ἰσχύν, δύναμιν λαμβάνουσαν καὶ κράτος,
ἀσχημοσύνην δαιμονιώδη, δόλον,
πένθους μακρυσμόν, πρόξενον συμπτωμάτων,
ἰδιογνωμόρυθμον, ἄφρονα τρόπον·
ἥτις ἄφαντος γίνεται ποίῳ τρόπῳ;
Πράῳ, ταπεινῷ, μετρίῳ τῇ καρδίᾳ
καὶ μισοθύμῳ καὶ μισοργιλοφθόνῳ,
εὐσυμπαθήτῳ καὶ κατανενυγμένῳ,
φαιδρῷ, γαληνῷ καὶ καθιλαρευμένῳ,
εὐηνίῳ, χαίροντι, μὴ ζοφουμένῳ,
περιμερίμνῳ σφαλμάτων τῶν ἰδίων.
Οὗτος λόγος σοι πνευμάτων, ὅρος, νόμος,
ἐν εὐσεβείᾳ σωμάτων πληρουμένων·
τὰ καθ’ ἑαυτοὺς ἀνακρίνειν καὶ μόνα,
ποιεῖν τὸ χρηστὸν εὐδιακρίτῳ κρίσει,
εὑρεῖν τὸ κακὸν καὶ μισεῖν ἐκ καρδίας,
ἀποστρέφεσθαι τὴν ἀνυποταξίαν.
Ἐπιστρέφεσθαι τῆς λόγων ἡσυχίας,
κλείειν θύραν φθέγματος ἢ γλώττης ὅλης,
ἔνδον πύλην πνεύματος ἢ ψυχῆς ὅλης·
αὕτη γὰρ ἡσυχία, ταῦτα κυρίως·
δι’ ἧς ὁ Παῦλος εἰς πόλεις διατρίβων
ἄτριπτον, ἀβάδιστον ἔτριψε τρίβον.
Ἣν τριὰς ἁπλῆ καὶ δυὰς συνιστάνει·
στάσις ἀκλινὴς σώματος κατακρίτου,
στεναγμὸς ἀλάλητος, εἷς βραχὺς λόγος,
νοὸς φυλακή, συνοχή τε καρδίας.
Ταύτην γὰρ οἶδα πνεύματος κραυγὴν μόνην,
οὐ τὴν διὰ στόματος, οὐ τῶν χειλέων.
Οὕτω σὺ ποιῶν εἰς ἀπάθειαν φθάσεις·
βαίης γὰρ ἐγκάρδιον ἐς νοὸς πόλον,
ἀθύρματα, παίγνια τὰς τῶν δαιμόνων
καλῶς νομίσεις μηχανοπλανουργίας,
καταπατήσεις λῖν, δράκοντα τὸν μέγαν,
ὄφιν, κεράστην, βασιλίσκον, ἀσπίδα.
Θεῷ σχολάσεις καὶ παρεδρεύσεις μόνῳ,
Θεὸν κατίδοις ἐν σχολῇ τῇ βελτέρᾳ,
Θεῷ προσάψεις τοῦ Θεοῦ τὴν εἰκόνα·
τὸν νοῦν, τὸ πνεῦμα τοῦ παναχράντου Λόγου
οὐχὶ μερίσεις τῷ Θεῷ καὶ τῷ πλάνῳ,
τῇ δὲ Τριάδι τριάδα συναγάγοις.
Ἣ σήμερόν σοι κατὰ τόνδε τὸν βίον
ἵλαος ὀπτάνοιτο συμπαθεστάτη
πταίσμασι τριτάτοισι τριμεροῦς χρόνου,
κατευοδοῦσα τὰ διαβούλιά σου,
κατευθύνουσα τὰ διαβήματά σου,
διεκτελοῦσα τὰ προσαιτήματά σου
κἀκεῖ συνεντάττουσα Χριστοπατράσιν
εὐχαῖς πατρός μου τοῦ πανηγιασμένου,
τοῦ λαμπροπυρσομορφογλωττοεργάτου
καὶ πυρσολαμπρομορφορηματοτρόπου
καὶ χρυσολιθομαργαροστεφοπλόκου
νοΐ, λόγῳ, πνεύματι κατεστεμμένου.
Ἀμήν, ἀμήν, ἀμήν, γένοιτο καὶ πάλιν.
Type(s) [3071] Ψήγματα χρυσᾶ τοῖς Λυδοῖς αἱρεῖ λόγος (226 verses)
Text source R. Meesters 2018, A Twelfth-Century Cycle of Four Poems on John Klimax: A Brief Analysis, in A. Rhoby, N. Zagklas (eds.), Middle and Late Byzantine Poetry. Texts and Contexts, Turnhout, 387-406: 330-342
Text status Text completely known
Date 13th-14th c.
Manuscript OXFORD - Christ Church College 80 [13th-14th c.]
Place in Manuscript f. 1r-4v
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s) John Klimax (6th c. - 7th c.) - PMBZ: 13914: "Personenkennziffer: 2791"
Comment Only part of this long epigram occurs in this manuscript (vv. 88-226 of Type 3071) (see Ricceri & Meesters (2022: 1399)).
Bibliography
Number of verses 139
Related occurrence(s)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/34449
Last modified: 2022-12-06.