Occurrence 21464
(formerly occ/5283)

Στιχοι εις παρ(...) βιβλ(...) τ(ον) κλιμακα κῆπ(ον) νοητ(ὸν) δεικνύοντες αυτο(?)
 
Εχουσιν οἱ λειμῶνες ἄνθη ποικίλα· |
καὶ παντοδαπὰ πολλὰ (καὶ) διάφορα· |
τούτων· τὰ μὲν, τέρπουσι τὴν θεωρί(αν)· |
εὐωδιάζει τὰ δὲ τὴν ῥῖνα μόνην, |
ἄλλα δὲ τὸν φάρυγγα καὶ τὴν κοιλίαν, |
τρέφουσι γλυκαίνουσιν οὐκ ἀθεσφάτ(ως)· |
Οὗτος δ’ ὁ κῆπος ἐξ ἰω(άννου) φέρων· |
καρποὺς πεπείρους· δαψηλεῖς τ(ὰς) ἰκμάδ(ας), |
αὐχεῖ χορηγεῖν· (καὶ) πρέμνων εὐμορφίας· |
φύλλων ἐν αὐτοῖς εὐχλοούντ(ων) ἐνδρόσων· |
ἐξ ὧν τὸ θάλλον, ὡραΐζει τὴν χάριν· |
ποῶν τε πλήρης ἔστι τῶν μυριπνόων· |
(καὶ) ῥοῦς διέρπων ὑδάτων ἐξ ὀμβρίων, |
τῆς ὑγρότητος ἐμφορεῖ γλυκασμάτ(ων)· |
σκοπητέον δὲ, τίνα ταῦτα τυγχάνει· |
Γῆ παραδείσου. βιβλίου τούτου λέγω; |
ἡ πᾶσα γρά(φη)· τὴν ὕλην γραφῆς νόει· |
ἧς γλυκυδερκὲς εἶδος ὡραϊσμένον, |
δένδρα καλὰ μέγιστα. διδασκαλίαι· |
δένδρων ῥάδαμνοι (καὶ) κλάδοι τούτ(ων) λόγοι· |
Ὡς ἡ μία γὰρ ἀρετὴ πολλὰς φύει, |
οὕτως ὁ μιᾶς εἷς λόγος, πολλοὺς λόγους· |
μικρούς· μερικούς· ἰσχνολεπτοβραχέας· |
ὧν φύλλα, πίστις· σκῶλον οὐκ ἔχουσά τι· |
ὑπαντιάζον φθέγμα θείοις π(ατ)ράσι· |
γάγγραιναν εἶπε τοῦτο τίς μυστηπόλο(ς)· |
βάθρον κακίας (καὶ) θέμεθλον ἀπάσης· |
(καὶ) καρπός ἐστι τῶν λόγων, τὰ πρακτέα· ǁ
Ἐν ὧ πετειν(ῶν) ἵπταται πολὺ γένο(ς)
κἀκεῖθ(εν) ἔνθ(εν) ἐμπο|λεῦον εἰς ἕλος·
(καὶ) πρὸ(ς) μονὰς καθεῦδ(ον), ᾐωρημ(έν)(ας)· |
Ἐν ὧ μοναστῶν ὀρνέων ὑποπτέρων· |
κούφων ἐλαφρῶν ἀμερίμνων ἀβίων, |
ἐνιζάνει γέγηθε τέρπεται γένος· |
ἐμφιλοχωροῦν τῷ νοημάτων δάσει· |
(καὶ) καταλαβεῖν ἀκριβῶς οὐκ ἰσχύον· |
στάσις γὰρ ἄλλη καὶ λόγων (καὶ) πραγμάτ(ων)· |
ἄνθη προσέρπει θαυμάσια κοιλάσιν· |
ἥδιστον ἐκπνέοντα τὴν εὐοσμίαν, |
οἱ τῆς προσευχῆς εἰσὶν ὡς οἶμαι λόγοι· |
ὡς θυμίαμα τῶ δα(υὶ)δ εἰρημένοι· |
τὰ γὰρ θ(εο)ῦ, τέρπουσι νοῦν ἄνθη, πέρι· |
Ὡς ἀσιτίας, τοὺς παρισθμίων τόπους· |
ὡς γλῶτταν καὶ λάρυγγα τῆς ψαλμωδί(ας). |
Τούτω μὲν εὐθὺς ἥλιος προσηρμένο(ς), |
ἀκτῖσι φαιδραῖς λαμπρομορφοπανστόλ(οις), |
ἑῶον ὄψιν ἐμφανίζει τηλόθεν· |
(καὶ) πυρσοειδεῖς ἐκτελῶν ἀνακλάσεις. |
(καὶ) τῶδε βάλλων δραστικὰς λαμπηδόν(ας), |
οὐ θερμοποιεῖ τῆ μεταρσίω τάσει, |
αὔων τὰ δένδρα· ταῖς βολαῖς τ(αῖς) πυρφόρ(οις)· |
ἀλλὰ πεπαίνει καὶ φυλάττει (καὶ) τρέφει, |
τὸν καρπὸν αὐτῶν, συμπνέοντο(ς) προ(σ)φόρ(ως), |
τοῦ παναγίου πν(εύματο)ς καθὼς θέλει, |
τῶ ταυτοτίμω πανσθενεστάτω λόγω· |
Κρῆναι διασχίζουσι τὸν κῆπον μέσον· |
ἠδεῖς πρὸς αὖραν· δαψιλεῖς ἐκ ναμ(ά)τ(ων)· |
αἱ τῶν δακρύ(ων) ῥαθάμιγγες, ῥανίδες· |
ὡς ἂν τὰ δένδρα ταῖς ῥοαῖς ἐπαυξάνοι· ǁ
ὅτι τὸ πένθο(ς) αὐτὸ διδάσκει μόνον |
τὴν γνῶσιν αὖξον τοῦ καλοῦ καινοτρόπ(ως)· |
ὅπερ δίδωσι γνώσεως ἐκλαμβάνον· |
λαβὸν, παρέσχε· (καὶ) παρασχὸν, λαμβάν(εν) |
(καὶ) κύκλον αὐτὸ διὰ τοῦ λόγου γράφει· |
ἔνθεν τελεσφοροῦσι τὴν παγκαρπίαν· |
εὐωδιάζει καὶ σκέπει φυτοσκάφους. |
(καὶ) ψυχαγωγὰ γίνεται καθημέραν· |
Τοιοῦτος ἡμῖν κῆπος ὡραϊσμένος |
ἔστι τέθηλε βλαστάνει θάλλει βρύει· |
χάριν μεγίστην τρισσοφεγγῆ πλουσίαν, |
(καὶ) τρισμέγιστον· καὶ κατηγλαϊσμένην, |
ἡ βίβλος αὕτη· τοῦτό σου τὸ πυξίον· |
ὦ σωστικὴ θάλαττα τῆς ἐμῆς σκάφης· |
ὦ κοσμικὴν θάλασσαν ἐκφυγὼν πάλαι· |
ὦ τοῦ γένους σου κόσμε, κόσμιε τρόποις· |
ὦ τῶν πενήτων εὐπρόθυμε προστάτα. |
ὦ ψυχαγωγὲ καὶ ξένων εὐεργέτα· |
ὦ μετριάζων χρηστότητι μετρίοις. |
ἐξ ἧς τρυφῶν φίλτατε τὴν εὐζωΐαν, |
τῶ δημιουργῶ νουνεχῶς εὐγνωμόνει· |
(καὶ) πίστιν ἔνθεν εὐφοροῦσαν ἐκτρέφων, |
δρέψη νοητὸν ἄνθος εὐετηρίας. |
γνώρισμα χρηστότητο(ς) εὐκλεὲς φέρων· |
τί δ’ ἐστὶ τοῦτο, σὺ νοήσεις ἂν θέλης. |
ὀξὺν γὰρ ἔσχες ἐκ θ(εο)ῦ προμηθέα· |
ᾧ γενναΐζων πολλάκις ἐν τοῖς λόγοις· |
ἡδὺν ἐν ἁβρότητι τῶν προβλημάτ(ων)· |
ὀξὺν ἐν ἀκρότητι τῶν βουλευμάτων· |
ταχὺν ἐν ἁδρότητι τῶν νοημάτων· |
αὕτη παρ’ ἡμῶν σοὶ φιλοῦντι τ(οὺς) λόγους, |
ἀφωσίωτ(αι) δεξίωσις ἐκ λόγων· ǁ
αὕτη πρόμαρτυς (καὶ) φερέγγυο(ς) πόθου· |
ἀνθ’ ὧν ἐν ἡμῖν ἠγγυήσω τὸν πόθον· |
(καὶ) δεξιὰν προύτεινας ἐκτενεστάτην, |
οὐχὶ δίς· οὐ τρίς· ἀλλὰ καὶ μυριάκις, |
εἰς οἶκτον ἐξάκουστον· αὕτη ζωγράφος, |
τῆς σῆς ἀγάπης· ἥνπερ (ὡς) πρόγραμμά τι· |
ἡμῖν τεθεικώς· ἐντυποῖς τῆ καρδία, |
μνήμην ἀναλλοίωτον αὐτῆς εἰκότ(ως). |
ταύτην ὁ μέλλων λήψεται σύμπ(ας) χρόνο(ς)· |
ἀεὶ βοῶσαν τὴν φιλάν(θρωπ)ον χάριν, |
τῶν σῶν πρὸς ἡμᾶς εὐμενῶν ἐνδειγμ(ά)τ(ων):-
Type(s) [3069] Ἔχουσιν οἱ λειμῶνες ἄνθη ποικίλα (102 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - Coisl. 264 [14th c.]
Place in Manuscript f. 1r-2v
Person(s)
Scribe
Nikandros (14th c.)
Palaeographical information The title is faded and barely legible. In line 41 the word εἰρημένοι features a tachygraphic sign for the corrected -ης ending, written by the same hand supra lineam.
Contextual information The epigram is followed by another poem, inc.: 'Ψήγματα χρυσᾶ τοῖς Λυδοῖς αἰρεῖ λόγος'.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b10037657g/f6.item
Bibliography
Number of verses 102
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/21464
Last modified: 2020-08-10.