Occurrence 20452
(formerly occ/4116)

Στίχ(οι) εἰς τ(ὴν) ἀρχ(ὴν) τοῦ αὐτ(οῦ) κλίμακος· ἐν σχήμ(α)τ(ι) ἐγκωμίου; παραίνεσ(ιν) | παρεισάγον(τες)· (καὶ) κλίμακα παριστῶν(τες) ἑτέραν· ἧς μία ἑκάστη | ἀνάβασις, δι ἕξ στίχ(ων) συνίσταται·: Προοίμ(ι)(ον) τ(ῆς) δια στίχ(ων) κλίμακος +
 
Ψήγματα χρυσᾶ· τοῖς λυδοῖς αἰρεῖ λόγος:
Πακτωλὸν ἐκρεῖν· | ὄντα τοῦ τμώλου κάτω:
Ϋφ’ ὧν κροῖσος ὤγκωτο πε|πλανημένος:·
Βλακὰς· ἄνους ὤν· ψαφαροῖς ἠρεισμένος: |
Ὡς τοῦδε ῥεῦσις, ὕστερον παρεφθάρη:
Καὶ τὴν γενειάδα | δὲ περσῶν ὁ κράτωρ:
Ἔχων χρυσεί(ων) ἐκ πετάλων χρυσίν(ην): |
Ἔχειν ἑαυτὸν δόξαν ἦδε μακάρων:
Μύρμηκες ἐπλούτιζον, | ἀποβαθέων:
Ψάμμων, μελαν(ῶν) ἰνδικῶν βροτ(ῶν) γένος:· |
Ἐπιρρέων ὁ νεῖλος ὥριος· τόποις:
Αἰγυπτιακοῖς, πλούτ(ων) ἐκ τ(ῶν) ὡρί(ων); |
Πολὺν ἐποίει φαραωνίτας ἔχειν:
Ἀγάλλεταί τις ὄρνισιν· ἄλλος, | φυτοῖς:
Λίθοις τιμίοις, ἄλλος· ἄλλος μαργάροις:
Σοί δ’ οὐ φθι|τόν τι (καὶ) διαρρέον χρόνω;
Περιφιλεῖται στέργεται πεπνυμ(έν)ε:· |
Ἀλλ’ ἄφθιτον (καὶ) κρεῖττον ὧντις φράσειι:
Ὁποῖον ἴσως ἀγνοῶν | ἔροιτό τις:
Λόγος· τὸ μεῖζον ὧν παρέσχε σοι λόγος: |
Ὃν νοῦς βρότειος· (καὶ) πολὺς ἱδρώς· πόνος:
Καὶ πίστις ἐκράτυνε κα|θαρωτάτη:
Τὸ τῶν παθ(ῶν) ἴαμα τῶν ἑκατέρ(ων):
Τὸ φῶς τὸ | φαῖνων φῶς ὑπέρτατον λίαν:
Φωτίζων ἅπαν ἀμέσως φ(ῶς)· | ἐμμέσως:
Δι’ οὗ τὸ δισσὸν ἔργον ἔγνως τοῦ φάους:
Κόσμον περρρέ|οντα (καὶ) παρηγμένον:
Κόσμον διαμενοντα (καὶ) πεπηγμένον: |
Τὴν φύσ(ιν) αὐτῶν· ποῖα τὰ τούτων τέλη:
Ἤ μᾶλλον εἰπεῖν, τέκμαρ· | ἀρχὴν, τῶν δύο:
Δι’ οὗ τὰ συμφέροντα ταῖς εὐπραξί(αις) + |
Ἐν ορθότητι τῶν νοὸς κινημάτων;
Ἔμαθες· ἠγάπησας· | αὐτὰ προκρίνων:
Αἴγυπτον ἐξέφυγες ἐσκοτισμέν(ην):
Ἡδυπά|θειαν ἀνάπαυσ(ιν) σαρκίου:
Καὶ φαραὼ τύραννον αὐτ(ῆς) τὸν μέγ(αν): |
Τὸ σαρκικὸν φρόνημα· τὸν κεν(ὸν) βίον:
Ἐπιστάτας τὲ· τοὺς βαρ(εῖς) ἔργων | δότας:· ‖
Λογισμορέκτας παθοσυγκαταθέσεις:·
Οὐ πρ(ὶν) μισήσας, ὕ|στερον μεταμέλη:·
Ὡς λ ὼτ γύναιον· κἂν (γὰρ) ἐν μέσοις στρέφη; |
Ἄκραν ἀπροσπάθειαν ἐν μέσοις ἔχεις:
Ἐγκάρδιον λείψανον· | οὐκ ἔστι λύπης;
Ἐπιστερήσει πραγμάτων μοχθηρί(ας):· |
Καὶ τὰ προσοντα παρέχεις χωρὶς βί(ας):
Ἀλλοτριοῖς πως σαυτὸν | ἐκ τῶν ἰδί(ων) +:
Ἀπ(ο)ξενοῖς πῶς σαυτὸν ἐξ ἀλλοτρί(ων)
Ὅπως ξενισθὴς ἐν ξένοις ξένος γίνη; |
Ἀποξενούντων τοὺς ξέν(ους) σφῶν, ἐκ ξέν(ων):
Ἄγνωστον ἀπόκρυφον | εὖ βιοὺς βίον:
Δυσδιάκριτον λανθάνοντα μυρί(ους):
Μάρπεις | διώκεις τὴν ἀνυποταξίαν·
Καθυποτάττων σάρκα τῶ πν(εύματ)ί σου:· |
Ἔχεις ἔλεγχων τὴν συνείδησ(ιν) μόνην:
Προ τοῦ βαδίσαι τήνδε | τὴν ὁρωμένην;
Ὑπακοήν ἔφθασας εἰς νοουμέν(ην):
Τρέχεις | ἀδήλως· ἑστα(ῶς), ἄνω τρέχεις:
Ἐπιγινώσκεις τ(ῶν) παθ(ῶν) τὰς | αἰτί(ας):
Καταγινώσκεις ναβάτου φλυαρί(ας):
Καταισχύνης | ἐκεῖνον ἐν ταῖς αἰσχύναις:
Καὶ ταύτας αὐτὰς αἰσχύνεις | ἐν αἰσχύνη:
Διαδιδράσκ(ων) τὴν μένουσαν αἰσχύνην:· |
Ἧ πᾶσι πάντα φαίνεται κεκρυμμένα:
Τέγγεις ὑγραίνεις | τὰς παρειάς σου βρέχεις;
Μνήμη θανάτου· (καὶ) τελευταία | κρίσει:
Καὶ τὸν θορύζεις, ἠρέμα σαυτῶ λέγων:
Νῦν εὐ|τρεπίζου πάντοτε πρὸς τὴν κρίσ(ιν):
Καὶ (γὰρ) προπέμπων τ(ὴν) | ἀναπνοὴν ἔτι;
Οὐκ οἶδας εἰ σπάσει(ας) ἄλλ(ην) συρμάδα: |
Στένεις βύθιον· ἀνατυποῖς κραδίη;
Χάος καταχθόνιον· | ἄμετρον βάθος:
Ἄσβεστον. ἀφώτιστον. ἄπλετον φλόγα: |
Καὶ καταδύσεις ὑπογείων σχισμάτ(ων):
Οἰκτρὰς σκοτειν(ὰς)· | χαλεπὰς τεθλιμμένας:
Πασῶν βασάν(ων) εἰκόν(ας) αἰωνίων: |
Ὀξυχολί(ας) (καὶ) θυμοῦ· δι’ ὧν φλόγα;
Καταπραΰνεις (καὶ) μα|ραίνεις σβε(.)ννύεις:
Ἐν οἷς ἀκούεις οὐ θυμαλγεῖς ὡς νάβαλ+ |
Ἐν οἷς σὺ λαλεῖς, ὡς ἀβιγαία λέγεις:
Οὐδέν τι δυσάντιτον ‖ ἐστυγημένον;
Λαλεῖς καχλάζ(ων)· εἰσορᾶς ἀναζέων: |
Ἀλλ’ οὐδὲ κρύπτεις ὡς κάμηλος κακίαν:
Ἐν κοδίω, τὸν λύκον· | ἐν κόλποις, ὄφιν:
Ξύλω σαθρῶ, σκώληκα· τ(ὴν) μῆν(ην) πράω:· |
Κεύθων μὲν ἄλλα καρδίας ἐν τῶ βάθει:
Ἄλλα δὲ βάζ(ων) γλυκεροῖσι | χειλέοις:
Ἐν ἡδύτητι πικρί(ας), ἁμαρτάνων:
Λαλεῖς δὲ λοιπὸν | ὡς ἔχεις ἐν κρυφίω:
Κἂν μικρὸν ἐκστῆς, συντόμως ἐπανάγη:· |
Οὐκ ἐκδαπανῶν ἐν νόθοις ἡσυχίοις:
Τὴν ἀγκαλίδα τὴν μερίδα | τοῦ κ(υρίο)υ:
Εἴτ’ αὖ μιαίνων ἀγάπης ὑποκρίσει:·
Καὶ τῆ μελήσει | τοῦ καταλαλουμένου;
Εὐτράπελόν τι λαμυρὸν πλέκων ἔπος· |
Λαρὸν προσηνὲς ἡδὺ (καὶ) μεμιγμ(έν)ον:
Αὐτοπλατύνων κρασπέδοις | τοῖς ἐκ λίνου:
Εἰ μη (γὰρ) ἔξω γένητ(αι) ὁ νοῦς τῆς ἕδρας:
Παρεκτροπ(ὰς) | ἐάσ(ας) ἰδί(ας) βλέπειν;
Ἄλλως ἐς ἄλλων οὐκ ἀποκλίνει κρίσιν:· |
Τὸ ψεῦδος ἐξ ὧν λαμβάνει παρρησίαν:
Ὃ τὴν ἀγάπην ἀποκόπτ(ει) | ῥιζόθεν:·
Ἐγκρὶς· γλύκασμα· δόρπος, ἀπάτη· βέλος: |
Ὁ γοῦν ἀγάπην (καὶ) κατάνυξιν ἔχων;
Ψεῦδος τὸ κακὸν ὑπαλύξειν | ἰσχύει:
Ἐν οἷς ὅτε χρὴ πρὸς ῥαὰβ ἀποβλέπων:
Ἐντεῦθεν εἰπὲ χρήσομαι πῶς τῶ λόγω:
Εἰς ἐξέτασιν τῆς | ἀκηδί(ας) φθάσας:
Πενθεῖς σὺ σαυτόν ὡς ἔφην ἀνωτέρω: |
Πενθικὸν ἦτορ, οἶδε τὴν ἀκηδίαν;
Μνήμη παλαίειν κρίσ(εως) | τῆς ἐσχάτης;
Ἥκιστα· συμφήσειε πᾶς μνημημόρος |
Χαῦνον πλαδαρὸν ὑγρὸν ἐκλελυμένον;
Βίον διώκεις ἀπε|λαύνεις μακρόθεν:
Καὶ τὸν, σκοτεινὸν ἐκτελοῦντα τὸν νόα: |
Δειλόν τε δυσκίνητον ἐξ ἀσιτίας:
Στυγνὸν κατηφῆ δεινὸν ἄ|φιλον λόγοις:
Ἅπερ γινώσκων, τὴν μέσην στείβεις στίβον: |
Δηλοῖ δὲ ταύτην τὴν μεσόρροπον τρίβον;
Ἡ σωφροσύνη· | σαρκίου καθαρότης:
Ῥύψις τελεία σαρκικῶν μιασμ(ά)τ(ων) |
Ἀφθαρτοσωμάτωσις· ἁγνεί(ας) κράτος:
Ἣ θλαδίαν δείκνυσι ‖ σιδήρου δίχα:
Τὸ λευϊτικὸν ἀξίωμα κ(υρίο)υ:
Ἆρ’ οὖν νικήσ(ας) | τὴν φύσιν ὑπὲρ φύσιν:
Τὸν φυσικὸν κίνδυνον ὑπαλυσκάσ(ας): |
Φιλαργυρί(ας) ἀγχόνη κ(α)ταπνίγη;
Οὐκ ἔστιν εἰπεῖν, μάρτυρές μοι | μυρίοι:
Καὶ πρῶτος αὐτὸς. τῆς ἀφιλαργυρί(ας):
Κῆρυξ μέγιστος· | δωρεῶν ὑπὲρ πόσων:
Οὐκ ἠγνόησα σὸν μακάριον πάθος: |
Φυλοκρινῶ σου φιλοτιμοδωρί(ας):
Διδοὺς, γέγηθας· μὴ διδ(οὺς) | ἀλγεῖς σφόδρα:
Πολλῶν ἐρᾶς, οὐχ’ ἵν’ ἀποκλείσης ἔσω:· |
Ἀλλ’ ἵνα πολλοῖς πολλὰ πολλὰ σκορπίσης:
(Καὶ) τοῦτο, πολλ(ῶν) διο|λισθαίνει φρένας:
Ὥσπερ τὸ χαίρειν ἐν καλαῖς μελωδίαις:· |
Ψάλλειν ἀνυμνεῖν εὐλογεῖν τὸν δεσπότην:
Ἐν ἑσπεριναῖς ἡμε|ριναῖς ἐννύχοις;
Εὐχαῖς λιταῖς τε παραστάσεσι ξέναις: |
Ὣς σκορδακισμὸν οὐκ ἔχειν ἐν σοὶ τόπον:
Ἀλλὰ μελισμὸν ἐν μελισ|μῶ κ(υρίο)υ:
Ἥγνισε νοῦν, ἄγρυπνον ὄμμα· (καὶ) φρένας:
(Καὶ) σάρκα | δυσκάθεκτον εἶξε τῶ κόσμω:
Λειτουργὸν εἰργάσατο καθη|γνισμένον:
Θ(εο)ῦ τραπέζης δεξιὸν παραστάτην:
Ἄλλοις μεταδι|δόντα τῶν μυστηρί(ων):
Πολλοῖς σε μυστήριον εὖ δεδειγμένον; |
Διὰ τελεί(ας) πίστεως· ὀρθοῦ λόγου:
Δι’ εὐσεβεί(ας) ὑγιοῦς ἡδρασμέν(ης): |
Δι’ ἧς δεδίττεις κοσμοκράτορας σκότους:
Ἐχθροὺς ἀπίστους | δυσμενεῖς ἀντιθέ(ους):
Τὸ νηπιῶδες ἦθος ἐν γηραλαίω:
Ψυχῆς | ἀναστήματι μὴ δεδεγμένος:
Ἅπερ κυΐσκει τ(οὺς) ἐχιχνώδεις | τόκους:
Τὴν τῶν κακῶν θάλασσαν ἢ τὴν πλημμύραν: |
Τὴν τοῦ σατᾶν δίαιταν ἢ τὴν ἑστίαν:·
Τὸ ναυάγιον τὸν κλύδωνα τὸν | στρόφον:
Τὴν ἀπατουργὸν τῶν καλῶν ἀναιρέτην:
Τὴν, ὧ καλεῖ|ται, δεικνύουσαν τὴν φύσιν:
Ἐξ ἧς θ(εο)ῦ ἄρνησις, ἀν(θρώπ)ων φθόνος:· |
Ἐξουδένωσ(ις) κρειττόνων οὐ κρειττόν(ων):
Ἐκστάσεως τὲ πρό|δρομος (καὶ) μανί(ας):
Πηγὴ θυμοῦ· (καὶ) ῥίζα τῆς βλασφημί(ας):
Πικρὸς | δικαστής, ὑποκρίσεως θύρα:
Στήριγμα, πύργος· λαβύ|ρινθος δαιμόνων:· ‖
Ῥίζης κακῆς ἤκουσας ὄρπικας ἴσους:
Καρποὺς ἀχρήστους | (καὶ) σαπροὺς (καὶ) παγκάκους:
Τῆς ὑπερηφανί(ας), ἡ βλασφημία πέλει:· |
Κρύψις ἁμαρτήματος, ἀπρεπεῖς λόγοι:
Οὐδὲν (γὰρ) οὕτω κρατύνει | τοὺς δαίμονας:
(Καὶ) τοὺς λογισμ(οὺς), ὡς τὸ λαθραίους ἔχειν:· |
Ἐντεῦθεν ὄντως τὴν πονηρίαν ἔγνων;
Ἰσχὺν δύναμιν λαμ|βάνουσαν (καὶ) κράτος:
Ἀσχημοσύνην δαιμονιώδη· δόλον· |
Πένθους μακρυσμὸν. πρόξενον συμπτωμάτων:·
Ἰδιογνω|μόρυθμον· ἄφρονα τρόπον:
Ἥτις ἄφαντος γίνεται, ποίω τρόπω: |
Πράω ταπεινῶ μετρίω τῆ καρδία:
(Καὶ) μισοθύμω (καὶ) μισοργι|λοφθόνω:
Εὐσυμπαθήτω (καὶ) κατανενυγμ(έν)ω:
Φαιδρῶ | γαληνω (καὶ) καθιλαρευμένω:
Εὐηνίω· χαίροντι μη ζοφουμένω: |
Περιμερίμνω σφαλμάτων τῶν ἰδί(ων):
Οὗτος λόγος σοι πν(ευμάτ)ων | ὅρος νόμος:
Ἐν εὐσεβεία σωμάτων πληρουμ(ένων):
Τὰ καθ’ ἑαυ|τοὺς ἀνακρίνειν (καὶ) μόνους:
Ποιεῖν τὸ χρηστὸν εὐδιακρίτω | κρίσει:
Εὑρεῖν τὸ κακὸν (καὶ) μισεῖν ἐκ καρδί(ας):
Ἀποστρέφεσθ(αι) | τὴν ἀνυποταξίαν:
Ἐπιστρέφεσθαι τῆς λόγων ἡσυχί(ας): |
Κλείην θύραν φθέγματος· ἢ γλώττης ὅλος:
Ἔνδον πύλην πν(εύματο)ς, | ἢ ψυχῆς ὅλης:
Αὕτη (γὰρ) ἡσυχία, ταῦτα κυρίως:
Δι’ ἧς ὁ παῦ|λος εἰς πόλεις διατρίβ(ων);
Ἄτριπτον ἀβάδιστον ἔτριψε τρίβον: |
Ἣν τριὰς ἁπλὴ (καὶ) δυᾶς συνιστάνει:
Στάσ(ις) ἀκλινὴς σώμ(α)το(ς) | κατακρίτου:
Στεναγμὸς ἀλάλητο(ς)· εἷς βραχὺς λόγος: |
Νοὸς φυλακὴ, συνοχή τε καρδί(ας):
Ταύτην (γὰρ) οἶδα πν(εύματο)ς κραυγ(ὴν) μόν(ην): |
Οὐ τὴν διὰ στόματος· οὐ τῶν χειλέ(ων):
Οὕτω σὺ ποιῶν, εἰς ἀπάθει(αν) φθάσεις: |
Βαίης (γὰρ) ἐγκάρδιον ἐς νοὸς πόλον:
Ἀθύρμ(α)τα. παίγνια, τὰς τῶν δαιμόνων + |
Καλῶς νομίσεις μηχανοπλανουργί(ας):
Καταπατήσεις λῖν· δράκον|τα τὸν μέγαν:
Ὄφιν κεραστὴν· βασιλίσκον, ἀσπίδα: |
Θ(ε)ῶ σχολάσεις (καὶ) παρεδρεύσεις μόνω:·
Θ(εὸ)ν κατίδοις ἐν σχολῆ τῆ βελ|τέρα:· ‖
Θ(ε)ῶ προσάψεις τοῦ θ(εο)ῦ τὴν εἰκόνα:
Τὸν νοῦν. τὸ πν(εῦμ)α τοῦ παναχράντου | λόγου +
Οὐχὶ μερίσεις τῶ θ(ε)ῶ (καὶ) τῶ πλάνω:
Τῆ δὲ τριάδι | τριάδα συναγάγης
Ἣ σήμερόν σοι· κατὰ τόνδε τὸν βίον;
Ἵλαος ὀπτάνοιτο συμπαθεστάτη; |
Πταίσμασι τριτάτοισι τριμεροῦς χρόνου:
Κατευοδοῦσα τὰ | διαβούλιά σου:
Κατευθύνουσα τὰ διαβήματά σου:
Διεκτελοῦ|σα τὰ προσαιτήματά σου:
Κἀκεῖ συνεντάττουσα χριστοπα|τράσιν;
Εὐχαῖς π(ατ)ρ(ό)ς μου τοῦ πανηγιασμένου:
Τοῦ λαμπρο|πυρσομορφογλωττοεργάτου:
(Καὶ) πυρσολαμπρομορφο|ρηματοτρόπου:
(Καὶ) χρυσολιθομαργαροστεφοπλόκου: |
Νοῒ λόγω πν(εύματ)ι, κατεστεμμένου:
Ἀμὴν ἀμὴν ἀμὴν· γένοιτ(ο) (καὶ) πάλ(ιν)+
Type(s) [3071] Ψήγματα χρυσᾶ τοῖς Λυδοῖς αἱρεῖ λόγος (226 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 11th c.
Manuscript ATHOS - Mone Megistes Lauras Β 102 (Eustratiades 222) [11th c.]
Place in Manuscript f. 170r-172v
Palaeographical information Verse 47 is written in the upper margin on f. 170v, most likely as a later addition. Verse initials are written consistently in a different ink (presumably, red-coloured).
Contextual information The summary of each step of the Ladder in the epigram has been provided with a subtitle, written down in the margin. The scribe added marginal scholia as well. (cf. Meesters - Ricceri (2018: 296))
There are numerous superlinear corrections and marks (e.g. numbers to indicate the steps of the Ladder, or rectify the order of words in a line), added presumably by a later hand.
The epigram opens the fourteenth century-part of the manuscript. It precedes the 'Ladder' of John Klimax.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Comment Thanks to the note at the end of this poem, we know that this manuscript also originally had another epigram (inc.: 'Ἔχουσιν οἱ λειμῶνες ἄνθη ποικίλα'), but the folios on which it was written are lost (cf. Meesters - Ricceri (2018: 293)).
Bibliography
Number of verses 226
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/20452
Last modified: 2020-06-05.