Type 2728
(formerly typ/837)
| πᾶσι μὲν τοῖς βλέπουσι πρὸς φθαρτὰ φύλλα | |
| χρυσὸς λίθοι μάργαρος ἀργύρου φύσις· | |
| τῷ δεσπότη δὲ τοῦ παρόντος βιβλίου | |
| τῷ τε Μουγδουφῇ κυρῷ τῷ Γεωργίῳ | |
| οὐ χρυσὸς οὐκ ἄργυρος οὐκ ἄλλο τούτων, | |
| εἰ μὴ μελωδῶν εὐλογεῖν τὸν δεσπότην | |
| κατὰ τὸν Δαυὶδ ἑπτάκις τῆς ἡμέρας· | |
| οἵῳ πόθῳ τέτυχε τὴν βίβλον ταύτην | |
| ἐκ καρδίας ὅλης τε αὐτοῦ ἰσχύος, | |
| ἐξόδου πολλοῦ καὶ τύρβου καὶ μερίμνων. | |
| ἀνθ᾽ ὧν βροτουργὲ παντάναξ κοσμεργάτα, | |
| εὐθυμίαν πάρεσχε καὶ σωτηρίαν, | |
| τοὺς υἱοὺς εὐλόγησον σωτὴρ τοὺς τούτου | |
| καὶ τὰ διαβήματα εὔθυνον αὖθις | |
| τῶν παίδων τούτου καὶ τῆς μητρὸς ὡσαύτως, | |
| ὅπως παραμένουσι τῷδε τῷ βίῳ | |
| ἐκ πάσης νόσου καὶ λύπης ἄτερ, | |
| καὶ πληροῦν προστάγματα τῶν ἐντολῶν σου | |
| τύχωσιν αὖθις τὴν Ἐδὲμ κατοικίαν. |
Last modified: 2023-09-14.
