Type 6038
(formerly typ/4023)
Ἀφείς, ὦ Πρόκλε, σοὺς ἀποκρήμνους λόγους, | |
καὶ τοὺς σφαιρικοὺς, οὓς τρέχεις ἀναδρόμους | |
ἐν οἷς τε μούσας δεικνύεις σφαιροδρόμους, | |
κάτελθε λοιπὸν καὶ ταπεινά μοι γράφε· | |
μήπως αἱ κυλίστραι σε τῆς σφαίρας κάτω, | |
ῥίψωσιν εἰς γῆν καὶ ῥαγῇς παραυτίκα. | |
Ὀλισθηρὸς γὰρ σφαιρικὸς σύμπας δρόμος, | |
εἰ δ' αὖ θέλεις, ἄνθρωπε, προδραμεῖν κάτω, | |
πρόκυπτε τῶν σῶν κἂν βραχὺ σφαιρωμάτων | |
καὶ τῶν ταπεινῶν ἡμεδαπῶν ῥημάτων, | |
τὴν ἀσκραϊκὴν βίβλον ἐξηγουμένων, | |
ἄκουε μικρὸν εὐτελῶς γεγραμμένων. |
Last modified: 2019-08-14.