Occurrence 24043
(formerly occ/8003)
+ἕτεροι στίχοι ἰαμβικοὶ δωρικοὶ πρὸς τ(ὸν) πρόκλον τὸν τῶν ἐξ (...)ον τὸν ἡσίοδον καὶ λέγοντα τὰ(...) μούσας, ἐν τῶ ἑλικῶνι χορεύειν ταῖς σφαίραις ἐννέα ὄν(...) βηκίας καὶ εἰς τὸ ἑαυτο ἕν τισι κομπηρὸν καὶ ἀσαφὲς:- | |
ἀφεἰς ὦ πρόκλε τοὺς ἀποκρήμνους λόγους, | |
καὶ τοὺς σφαιρικ(οὺς) οὓς τρέχεις ἀναδρόμ(ους), | |
ἐν οἷς τε μούσ(ας) δεικνύεις σφαιρ(...), | |
κάτελθε μικρὸν καὶ ταπεινά μοι γράφε | |
μήπ(ως) αἱ κυλίστραι σε τῆς σφαίρας (...) | |
ῥίψωσιν εἰς γῆν καὶ ῥαγεὶς παραυτίκα. | |
Ὀλισθηρὸς γὰρ σφαιρικὸς σύ(...) δρ(...)μ(...), | |
εἰ δ' οὐ θέλεις, ἄν(θρωπ)ε, προδραμεῖν κάτω, | |
πρόκυπτε τῶν σῶν κἂν βραχὺ σφαιρω(...) | |
καὶ τῶν ταπεινῶν ἡμεδαπῶν ῥημάτων, | |
τὴν ἀσκραϊκὴν βίβλον ἐξηγουμένων, | |
ἄκουε μικρὸν εὐτελῶς γεγραμμένων:– |
Last modified: 2019-08-14.