Occurrence 26436
(formerly occ/10493)
Στίχ(οι) ἰαμβικοὶ δωρικοὶ πρὸ(ς) τὸν πρόκλον τὸν πρ(ὶν) ἐξηγησάμ(εν)ον τ(ὸν) ἡσίοδ(ον) κ(αὶ) λέγοντα τ(ὰς) μούσ(ας) ἐν τῶ ἑλικῶνι χορεύ(ειν) τ(αῖς) σφαίρ(αις) | Ἐννέα οὔσ(αις) κ(αὶ) εἰς τὸ ὠτο(...)ντι (?) κομπρ(ὸν) ἀσαφὲς | |
Ἀφεὶς ὦ πρόκλε σ(οὺς) ἀποκρήμν(ους) λόγους | |
καὶ τ(οὺς) σφαιρικ(οὺς) οὓς τρέχεις ἀναδρόμ(ους) | |
ἐν οἷς καὶ μούσ(ας) δεικνύ(εις) ἀναδρόμ(ους), | |
κάτελθε μικρ(ὸν) τε ταπεινά μοι γράφε· | |
μήπ(ως) αἱ κυλίστραι σε τ(ῆς) σφαίρ(ας) κάτω, | |
ῥίψωσιν εἰς γῆν καὶ ῥαγῆς παραυτίκα | |
ὀλισθηρὸ(ς) γὰρ σφαιρικὸ(ς) σύμπ(ας) δρόμο(ς) | |
εἰ δ' αὖ θέλεις ἄν(θρωπ)ε προδραμ(εῖν) κάτω, | |
πρόκυπτε τῶν σῶν κἂν βραχὺ σφαιρωμ(ά)των | |
καὶ τῶν ταπεινῶν ἡμεδαπῶν ῥημάτ(ων) | |
τὴν ἀσκραικ(ὴν) βίβλ(ον) ἐξηγουμένων, | |
ἄκουε μικρ(ὸν) εὐτελῶς γεγραμμένων. |
Last modified: 2022-01-07.