Occurrence 24484
(formerly occ/8446)
στίχ(οι) ἰαμβικοὶ δωρικοὶ πρός τόν Πρόκλον· τόν πρ(ίν) ἐξηγησάμενον τὸν ἡσίοδον κ(αί) λέγοντα τὰς μουσας ἐν τῶ ἐλϊκῶνι χορεύειν ταῖς σφαῖρ(...) ἐννέα οὔσ(ας) (?) ἐπιβεβηκεῖας καὶ εἰς τὸ αὐτὸ (...) | |
Ἀφεὶς ὦ πρόκλε σοὺς ἀποκρήμν(ους) λόγους, | |
κ(αὶ) τοὺς σφαιρικοὺς οὓς τρέχεις ἀναδρόμους, | |
ἐν οἷς τε μούσας δεικνΰεις σφαιροδρόμ(ους), | |
κάτελθε μικρ(ὸν) καὶ ταπεινά μοι γράφε· | |
μήπως αἱ κυλίστραι σε τῆς σφαίρ(ας) κάτω, | |
ῥίψωσιν εἰς γῆν καὶ ῥαγῆς παραυτίκα· | |
ὀλισθηρός γὰρ σφαιρικὸς ἅπας δρόμος, | |
εἰ δ' αὖ θέλεις ἄν(θρωπ)ε προδραμ(εῖν) κάτω, | |
πρόκυπτε τῶν σῶν κἂν βραχύ σφαιρωμάτ(ων). | |
καὶ τῶν ταπεινῶν ἡμεδαπῶν ῥημάτων. | |
τὴν ἀσκραικὴν βίβλον ἐξηγημένων, | |
ἄκουε μικρὸν εὐτελῶς γεγραμμ(έν)ων. |
Last modified: 2019-08-14.