Type 4209
(formerly typ/2302)
| Ἐκ τῶν προκλικῶν κρημνογράφων ῥημάτων | |
| ἡ βίβλος εἶχε κυκεῶνα καὶ ζάλην | |
| καὶ μακρὰ μικροῖς καὶ γραφὰς πολυστίχους. | |
| Τζέτζης δὲ πληρῶν φιλτροκίνητον πόθον | |
| τὸν Πρόκλον ἀφεὶς καὶ τὰ τοῦ Πρόκλου γράφειν, | |
| ἁβρῶς ὁμοῦ τε καὶ σαφῶς καὶ συντόμως, | |
| τὴν ἀσκραικὴν ἡμερῶν ταύτην βίβλον | |
| σχολιογραφῶν ἐκ νοὸς καταρτύει. |
Last modified: 2024-09-06.
