| + στίχοι ἰαμβικοὶ εἰς τὸν πρόκλον | |
| Ἀφεὶς ὦ πρόκλε σοὺς ἀποκρήμνους λόγους | |
| καὶ τοὺς σφαιρικοὺς οὕς τρέχεις, ἀναδρόμους, | |
| ἐν οἷς κ(αὶ) μούσας δεικνύεις σφαιροδρόμ(ους), | |
| κάτελθε μικρὸν κ(αὶ) ταπεινά μοι γράφε· | |
| μήπ(ως) αἱ κυλίστραι σε τ(ῆς) σφαίρας κάτω, | |
| ῥίψωσιν εἰς γῆν κ(αὶ) ῥαγῆς παραυτίκα | |
| ὀλισθηρὸς γ(ὰρ) σφαιρικὸς σύμπας δρόμος· | |
| εἰ δ᾽ οὐ θέλεις ἄν(θρωπ)ε προσδραμοῦ κάτω, | |
| πρόκυπτε τῶν σῶν κἂν βραχύ σφαιρωμάτων· | |
| καὶ τῶν ταπεινῶν ἡμεδαπῶν ῥημάτων, | |
| τὴν ἀσκραικὴν βίβλον ἐξηγουμένων, | |
| ἄκουε μικρὸν ἐν τέλει γεγραμμένων: + |
Last modified: 2019-08-14.
