| στίχοι ἰαμβικοὶ δωρικοὶ πρὸ(ς) | τὸν πρόκλον τὸν πρὶν ἐξηγησάμενον τὸν ἡσίοδον καὶ λέγοντα τὰς μούσ(ας) | ἐν τῶ ἑλικώνι χορεύειν ταῖς σφαίρ(αις) ἐννέα οὔσας ἐπιβεβηκυῖας | καὶ εἰς τὸ αὐτοῦ ἔν τισι κομπηρὸν καὶ ἀσαφές:~ | |
| Ἀφεὶς ὦ πρόκλε σ(οὺς) ἀποκρήμν(ους) λόγους | |
| (καὶ) τ(οὺς) σφαιρικ(οὺς) οὓς τρέχεις ἀναδρό(μ)(ους) | |
| ἐν οἷς τε μούσας δεικνύεις σφαιροδρόμ(ους), | |
| κάτελθε μικρ(ὸν) (καὶ) ταπεινά μοι γράφε· | |
| μή πως αἱ κυλίστραι σε τῆς σφαίρας κ(ά)τω, | |
| ῥίψωσ(ιν) εἰς γ(ῆν) (καὶ) ῥαγῆς παραυτίκα· | |
| ὀλισθηρός γαρ σφαιρικὸ(ς) σύμπας δρόμος | |
| εἰ δ' ἐθέλεις ἄν(θρωπ)ε προσδραμ(εῖν) κάτω, | |
| πρόκυπτε τ(ῶν) σῶν κἂν βραχὺ σφαιρωμ(ά)τ(ων)· | |
| (καὶ) τ(ῶν) ταπειν(ῶν) ἡμεδαπ(ῶν) ῥημ(ά)τ(ων) | |
| τ(ὴν) ἀσκραικ(ὴν) βίβλον ἐξηγουμένων, | |
| ἄκουε μικρ(ὸν) εὐτελ(ῶς) γεγραμμ(έν)(ων):~ |
Last modified: 2023-09-28.
