Occurrence 20380
(formerly occ/4042)
τοῦ ἐν ἁγίοις π(ατρὸ)ς ἡμῶν ἀνδρέου ἀρχι(επι)σκόπου κρήτης, ἱεροσολυμίτου• ἐγκώμιον εἰς τὸν ἐν θαύμασ(ιν) περιβόητον μυροβλύτην καὶ θαυματουργ(ὸν) νικόλα(ον), εὐλό(γησον) δέσποτα:+ | |
Κρήτης ὁ ποιμὴν δεῦρο παρὼν ἀνδρέ(ας), | |
ἀφίσταται γὰρ οὐδὲ τοῦ | νῦν συλλόγου | |
τῶ πανταχοῦ παρόντι συνὼν δεσπότη· | |
τὸν μυ|ρέων πρόεδρον ὑμνεῖ τὸν μέγα· | |
δο(...) ἑστ(ῶς) εἰς τὰ τῆς τέχν(ης) | βάθη, | |
τοσοῦτον ἀθρεῖν οὐ(ρα)νῶν τεραστίων, | |
ψάμμον τὲ μετρ(εῖν) | ἤ φορυτὸν ἀστέρων. | |
ἢ κυμάτων πρὸς χύσιν, ἢ βλάστης | γένος· | |
ἀλλ’ ὦ κιβωτὲ παντοδαπ(ῶν) θαυμάτ(ων)· | |
οὐ(ρα)νίων θάλαμε | θησαυρισμάτ(ων)· | |
ἥλιε τῆς γῆς· ἄφθονε πτωχοτρόφε· | |
ἡ μὲν κάτω | θάλασσα τῶν δεῦρο κρότων, | |
χεῖται προσην(ὴς)· συ δ’ ἀναπλεῖς κ(αὶ) | τρέχεις· | |
τοῦ πν(εύματο)ς γὰρ τὴν καλὴν αὖραν φέρεις· | |
Καὶ λιμέν(ας )| δή τινας ἀρρήτ(ους) ἔχεις· | |
ἀγωγίμοι βρίθουσι τὸν πλοῦν ἐξάγων | | |
σοφὸς γὰρ εἶ συ τῶν ψυχῶν ἐπιστάτης | |
τὸν τοῦ βίου μάλι|στα κοιμίζων σάλον· | |
κ(αὶ) τὰς ἀγωγὰς τῶν ἀβουλήτων λύ|εις, | |
Καὶ τοὺς κατακλύζοντας αἱρεῖς κινδύνους· | |
πλὴν εὐ|μενῶς τὸ δῶρον ὁ πράος δέχου, | |
κἂν ἐξελεχθῆ τοῖς κα|τορθώμασί σου· | |
εἰ γὰρ παρῆν ἐνταῦθα καὶ νοῦς ἀγγέλου· | | |
Καὶ γλῶσσα καινὴ κ(αὶ) γραφῆς ἄλλης κρότος· | |
κ(αὶ) ῥημάτ(ων) | δύναμις ὑπερκοσμί(ων), | |
ἔδραμεν ἂν ὅ φασι παρα λύδιον | | |
ἐπείπερ αὐτὸς εἰς τὸ νικαν ἐκρίθ(ης), | |
τροφεῦ προμηθεῦ κἂν συ|νεκρίθης ὅμ(ως). | |
Καὶ μὴν ἐπαινεῖς τὰς παραθέσεις μά|καρ | |
εἴ που τίς ανθάμιλλον αὐτοῖς σε κρίνοι, | |
τοῖς εὐδοκιμή|σασι καὶ πρὸ του νόμου, | |
καὶ τοῖς μετὰ χάριτος ἠγωνισμένοις. | | |
ὅταν γὰρ ἦ τὸ πρᾶγμα νικ(ῶν) τὴν φύσιν, | |
οὐκ ἔστιν ὑμνεῖν ἀ|πὸ τῶν ὑπὲρ φύσιν· | |
ὥσπερ θεοῦ θέλοντος ἐμφαίν(ειν) θέαν. | |
Καὶ τὸ | ξένον πρόσλημμα τῆς μετουσί(ας) | |
εἰς ἡλιακὸν παραμορφουμεν | σέλας· | |
ἀλλ ἀκροατὴς τῶνδε τῶν λόγων γίνου· | |
κ(αὶ) τ(οὺς) φόρ(ους) λάμ|βανε τοὺς αἰτησίους, | |
ζυγοστατῶν τὸ ψῆγμα τῆς προθυμίας | | |
ὁ χ(ριστὸ)ς αὐτὸς ἐστι δεικνὺς ἐν τύπω· | |
Καὶ πρὸ(ς) τὰ λεπτὰ τῆς καλ(ῆς) χήρ(ας)| βλέπων | |
μᾶλλον δὲ καὶ πλούτιζε τοὺς πενεστάτ(ους)· | |
Καὶ τὴν | χάριν βράβευε δαψιλεστέραν | |
ἰσάγγελος γὰρ κ(αὶ) πρὸ τῆς ἐκδημί(ας) |
Type(s) | [4199] Κρήτης ὁ ποιμὴν δεῦρο παρὼν Ἀνδρέας (46 verses) |
Text source | DBBE |
Text status | Text completely known |
Date | 1421 |
Manuscript | ATHOS - Mone Dionysiou 228 [1421] |
Place in Manuscript | f. 124r-124v |
Palaeographical information | The title is in red ink. |
Metre(s) | Dodecasyllable |
Genre(s) | Author-related epigram |
Subject(s) | Nicholas of Myra < Lycia < Asia Minor < Turkey (saint) (4th c.) |
Bibliography | |
Number of verses | 45 |
Acknowledgements |
Inspection of the manuscript image was possible by courtesy of the monk Gabriel (Mone Dionysiou).
Creator(s)
Transcriber(s)
Contributor(s)
|
Permalink | https://www.dbbe.ugent.be/occurrences/20380 |
Last modified: 2019-09-03.