Occurrence 24938
(formerly occ/8936)
Στί(χοι) ἰαμβικοὶ ἐπιτύμβιοι εἰς τὸν παχυμέρην, | τοῦ φιλῆ +. | |
Ἄλλον μ(ὲν) ἄνδρα ζωγραφ(εῖν) ἴσως θέλων. | |
(καὶ) τῶ θεατῆ γειτνιῶντι δεικνύ(ειν). | |
ἐκεῖνον αὐτ(ὸν) ἐν σορῶ κεκρυμμ(έν)ον, | |
συνηγόρους ἂν εἶχον εὐθὺς τ(οὺς) λόγ(ους). | |
ὡς καὶ πνοῆς κιρνῶντ(ας) ἰσχὺν τοῖς τύποις. | |
Ἐπεὶ (δὲ) σοῦ θανόντ(ος) ὦ διδάσκαλε. | |
δοκοῦσι νεκρὲ τ(ῶν) λόγ(ων) αἱ χάριτες, | |
δέδοικα μὴ δύσφραστον εἰσοίσω κρότ(ον). | |
ἀνδρὶ σοφιστῆ καὶ παθῶν ἐλευθέρω. | |
πλ(ὴν) εἰ περιὼν ἐξ ἀτύφου καρδί(ας), | |
(καὶ) τ(ῶν) ἀμαθ(ῶν) τ(αῖς) γραφ(αῖς) ἐπεκρότεις, | |
ὡσἂν ἔχη πρόθυμον ἡ φύσις δρόμ(ον). | |
νῦν τάφον οἰκῶν καὶ σιγῆς λίθ(ον) στέγων. | |
(καὶ) βιβλί(ων) ἔρημον εὑρὼν πυθμένα, | |
πῶς ἂν παρ οὐδὲν τ(οὺς) ἐμ(οὺς) ἄγεις λόγ(ους). | |
(καὶ) ταῦτα μικροῦ σὴν τελευ|τῶντας χάριν. | |
ἀλλ ὦ πόλεις, πενθεῖτε κοινῆ τ(οὺς) νόμ(ους). | |
ὁ γὰρ παρ’ ἡμῖν εὐσεβὴς δημοσθένης | |
τῆς ῥητορικῆς οὐ σκαλεύει τ(ὴν) φλόγα. | |
μή, (…)έργος ὀφθεὶς τ(ῶν) δικαστ(ῶν) ὁ θρόνος. | |
ἔνκεντρ(ον) ἐκδίδωσι λημμ(ά)τ(ων) βάτον, | |
ὅμηρε π(ῶς) τοσοῦτ(ον) ἠρεμεῖς χρόνον· | |
ἰλιάδα γράφ(ειν) σε δευτέραν δέον, | |
καὶ τ(ὴν) παλαιὰν δυσπραγοῦσαν δακρύειν· | |
εἰ μὴ γὰρ ἦν ἐκεῖνος ἐν διδασκάλοις | |
ὁ νῦν σιωπῶν καὶ καθεύδων ἐν τάφω, | |
τίς ἂν τὸ βαθὺ τῆς πλοκῆς λύσ(ας) νέφος | |
ἀνῆκε λαμπρὰν τῆς γραφῆς τ(ὴν) αἰθρί(αν)· | |
νῦν καὶ συ νῦν τέθνηκας ὦ γέρων πλάτων. | |
οὐ γὰρ μετεμψύχωσις· οὐδὲ σωκράτ(ης). | |
γλώττης (δὲ) ταυτότης σε (καὶ) τέχνης κράτος, | |
ἔμπνουν καθαρ(ῶς) ὠργάνουν τῶ κειμ(έν)ω. | |
ἀριστότελες ἄρα κομπάζεις ἔτι; | |
καὶ μ(ὴν) κρυβῆναι δεῖ σε καὶ σιγ(ὴν) ἄγ(ειν) | |
κλείσαντα σαυτοῦ δυστυχ(ῶς) τὰ βιβλία | |
ὁ γὰρ κατὰ σὲ τεχνικὸς διδάσκαλος· | |
ἄριστον ἐκτήσατο (καὶ) φίλον τέλος. | |
ἀναλυτικ(ῶς) ἐκδοθεὶς τοῖς πατράσι· | |
ῥώμη νέα στέναζε (καὶ) θρήνους πλέκε. | |
τῶν γὰρ λόγ(ων) ὁ κόσμος εἰς γῆν ἐκρύβη. | |
πλ(ὴν) εἰ πάλιν αἴσθησ(ιν) εἰς λόγ(ους) ἔχεις, | |
παχυμέρη πρόελθε (καὶ) λογογράφ(...). | |
(καὶ) τ(οὺς) τά μαθήματα συνθέντ(ας) νίκα. | |
κοινὰς ἐπ’ αὐτοῖς ἐκδιδάσκων εὑρέσεις. | |
ἳνα δὲ τά πρέποντα συλλήβδην φράσω· | |
ὁ σύλλογος πᾶς τῶν σοφῶν κόπτεσθέ μοι· | |
ἡ γὰρ κιβωτὸς τ(ῶν) καθ’ ἡμᾶς βιβλί(ων).. | |
εἰς τ(ὴν) κιβωτ(ὸν) τῆς φθορᾶς ἀνετράπη. | |
δικαιοφύλαξ εἰ μετέστί σοι πάλ(ιν) | |
θεσμ(ῶν) φυλακαὶ (καὶ) βραβεύεις τ(αῖς) δίκαις, | |
θέσπιζε δογμάτιζε τὰς στάσεις λύε | |
τὴν ἀπροσωπόληπτον ἐξάγων κρίσ(ιν) | |
ζῆλος γ(ὰρ) ὁ πρὶν, οὐ συναπέθανέ σοι | |
ἆρ’ οὐχὶ καὶ ζῶν τ(ὴν) τελευτ(ὴν) ἐσκόπεις, | |
(καὶ) τ(όν)δε καλ(ῶς) ἐτραγώδεις τ(ὸν) βίον; | |
ὦ κύκνε λευκὲ τῆ πτερώσει τοῦ χρόν(ου) | |
ἐκεῖνο τοῦτο καὶ τοσούτ(ων) φεῦ πόν(ων), | |
τὸν τοῦ τέλ(ους) τρίπηχυν ἀνθείλου τάφον | |
ὦ γλῶσα δεινὴ (καὶ) γραφῶν θεί(ων) στόμα. || | |
(καὶ) νοῦ καθαρὲ ποῦ ποτ’ ἐκρύβης λέγε. :· | |
ἰδὼν ἔγωγε φῃσὶ τ(ὸν) θνητ(ὸν) βίον | |
ὡς ἔστιν οὐδ(ὲν) ἢ σκιᾶς ἴνδαλμά τι, | |
καὶ φάσμα ῥευστ(ὸν) εἰς μετάρσεις εὐρίπ(...), | |
καὶ πομφόλυξ· (καὶ) τέφρα· (καὶ) καπνοῦ χύσις· | |
ἢ παικτ(ὸς) ἀστράγγαλος ἐν μειρακίοις. | |
ἢ κυβος ἑστὼς εἰς ἀσύστατ(ον) βᾶσιν, | |
παρῆλθον εἰς τ(ὸν) δεῦρο τῆς ταφῆς τόπ(ον). | |
ἀναμέν(ων) σάλπιγγος ἐσχάτ(ης) κτύπον· | |
ἐφ’ ἧς ἐπαρθεὶς εἰς συνάντησ(ιν) φθάσω. | |
τοῦ τ(ὴν) φύσιν κρινοῦντος ἐνδίκ(ως) λόγου. | |
τὸ γοῦν ἀφιλόκομπ(ον) ἐνθάδε γράφων, | |
σίγα τὰ σεμνὰ τοῦ γένους ἀθύρματα· | |
ἡ γὰρ ταπεινὴ (καὶ) πατουμ(έν)η κόνις | |
κἂν ἐκῥιπισθῆ (καὶ) πρὸ(ς) αἰθέρα δράμη, | |
ἀλλ’ οὖν πάλιν κάτεισιν εἰς γῆν ὡς κόνις | |
ὅταν ὁ κλωστήρ τῆς πνοῆς παραδράμη. | |
βιβλοὶ (δὲ) πᾶσαι (καὶ) λόγοι (καὶ) σχήματα· | |
καὶ συλλογισμοὶ (καὶ) προτάσεις (καὶ) στάσεις, | |
εἰς οὐδ(ὲν) ἐρρέτωσαν ὡς ὄναρ μόνον· | |
ἡ γὰρ τελευτὴ συμπεραίνει τὸν βίον· | |
εἰς τὴν ἀναπόδεικτ(ον) εὐετηρί(αν)· | |
σὺ δ’ ἀλλά μοι θαύμαζε τ(ῶν) ἄλλων πλέον, | |
αὐθαίρετον πενίαν. ἦθος μέτριον | |
βίου τὲ παντὸ(ς) ἐμμελῆ μουσουργίαν· | |
(καὶ) τῆς ψυχῆς τ(ὸν) φθόν(ον) εἰ βουλ(ει) ξένε, | |
δι’ οὗ τὰ δεινὰ τῶν παθῶν ἦγ(ον) θράση· | |
λύρας μυθικῆς ἐκμιμούμ(εν)ος τόν(ους). | |
ὡς εὖγέ σοι γένοιτο (καὶ) τ(ῶν) νῦν λόγων, | |
Τῶ μυσταγωγῶ τῶν σοφ(ῶν) παιδευμάτ(ων)· | |
οὐ γὰρ σιωπᾶς ἀλλὰ κἀνταῦθα πλέον, | |
τῆς ἀρετῆς τὸ χρῆμα δεικνύεις ὅσον· | |
ὥστε σχεδὸν ζῆς (καὶ) δοκεῖς τί συγγράφ(ειν). | |
οἰκῶν σοφιστὰ τὴν στο(ὰν) τ(ὴν) ἐσχάτ(ην), | |
καὶ τ(ὴν) περισπούδαστ(ον) ἀποδημίαν. | |
ἣ τ(ὴν) πρίν ἀθήνησ(ιν) ἀκαδημίαν. | |
ἐγὼ δὲ νῦν μάλιστα νῦν μαθὼν ἔχω· | |
ὅτι δίκαιος ἂν τελευτῆσαι φθάση, | |
ἔσται πρὸς ἀνάπαυσιν ὃ γραφὴ λέγει. | |
καὶ ζὴ καθαρὸν (καὶ) παθῶν ξένον βίον, | |
εἰς φῶς μετελθὼν εὐτυχῶς ἐξ ἑσπέρας :- |
Type(s) | [6370] Ἄλλον μὲν ἄνδρα ζωγραφεῖν ἴσως θέλων (100 verses) |
Text source | DBBE |
Text status | Text completely known |
Date | 14th c. |
Manuscript | FLORENCE - Biblioteca Medicea Laurenziana (BML) - Plut. 86, Cod. 22 [14th c.] |
Place in Manuscript | f. 342r-342v |
Palaeographical information | Title and initial in red. Above l. 61 the change of the speaker is indicated: Παχυμέ(ρης). Again before l. 88: Φιλ(ῆς) |
Contextual information | The epigram follows 'In Universam Aristotelis Philosopiam Epitome' by Georgios Pachymeres |
Metre(s) | Dodecasyllable |
Genre(s) | Author-related epigram |
Subject(s) | |
Image source(s) | http://teca.bmlonline.it/ImageViewer/servlet/ImageViewer?idr=TECA0001111785&keyworks=plut.86.22#page/693/mode/1up |
Number of verses | 100 |
Related occurrence(s) |
|
Acknowledgements |
Information on the occurrence courtesy of Krystina Kubina.
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/24938 |
Last modified: 2020-12-17.