Occurrence 26240
(formerly occ/10295)

εἰς τὸ περὶ θείων ὀνομάτων·
 
+ ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν
πῶς λόγος ὑμνήσει σε· σὺ γὰρ λόγῳ οὐδενὶ ῥητός
μοῦνος ἐὼν ἄφραστος· ἐπεὶ τέκες ὅσσα λαλεῖται
πῶς νόος ἀθρήσει σε· σὺ γὰρ νόῳ οὐδενὶ ληπτός·
μοῦνος ἐὼν ἄγνωστος· ἐπεὶ τέκες ὅσσα νοεῖται·
πάντά σε κ(αὶ) νοέοντα κ(αὶ) οὐ νοέοντα γεραίρει
πάντά σε κ(αὶ) λαλέοντα καὶ οὐ λαλέοντα λιμαίνει
ξυνοὶ γάρ τε πόθοι· ξυναὶ δ᾿ὠδῖνες ἁπάντων
ἀμφὶ σέ· σοὶ δὲ τὰ πάντα προσεύχεται· εἰς σὲ δὲ πάντα
σύνθεμα σὸν νοέοντα λαλεῖ σιγώμενον ὕμνον·
σοὶ ἔνι πάντα μένει· σοῦ δ᾿ἀθρόα πάντα θοάζει
καὶ πάντων τέλος ἐσσί· κ(αὶ) εἷς κ(αὶ) πάντα ὑπάρχεις
οὐχ᾿ ἓν ἐὼν οὐ πάντα· πολύλλογε· πῶς σε καλέσσω
τὸν μόνον ἀκλήιστον· ὑπερφανέας δὲ, καλύπτρας,
τίς νόος οὐρανοίδης εἰσδύσσεται· ἵλαος εἴης
ὦ, πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλος σε μέλπ(ειν) :-
Type(s) [7032] Ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν (16 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 14th-15th c.
Manuscript VATICAN CITY - Biblioteca Apostolica Vaticana - Vat. gr. 1525 [13th c.]
Place in Manuscript f. 88v
Palaeographical information vv. 6 and 7 are written in the wrong order. This was corrected in the margin by adding a β before v. 6 and an α before verse 7.

Sicherl (1988: 62): 'Der Codex selbst stammt in seinem ersten Teil (ff. 1-80) aus dem 11. Jh, der Rest aus dem 13. Jh, der Hymnus ist auf f. 88v von einer Hand des 14. oder 15. Jh nachgetragen.'

Giannelli (1950: 80) dates the hand that wrote the epigram to the 14th century.
Contextual information The poem follows after the work 'De Divinis Nominibus' by Ps.-Dionysius the Areopagite.
Metre(s) Dactylic hexameter
Genre(s) Text-related epigram
Subject(s) Pseudo-Dionysios the Areopagite (5th c. - 6th c.)
Bibliography
Number of verses 16
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/26240
Last modified: 2019-11-06.