Occurrence 20751
(formerly occ/4448)

Ἐπίγραμμα
 
Σὺ δίστομός τις καὶ τομώτατος πτέρυξ,
τέμνων παθῶν ῥίζωμα καὶ πυρὶ φλέγων
τῷ τῶν ἐλέγχων, Ἰωάννη πάνσοφε·
τὸν σὸν βίον καθάρσιον ἐννοιῶν, πάτερ,
ψυχῆς ἁγισμὸν καὶ παθῶν σαρκὸς λύτρον
εἰπών τις οὐκ ἂν τῆς ἀληθείας πέσοι·
τὸν σὸν λόγον μάχαιραν έκτεθηγμένην,
ἢ ἀξίνην ὀξεῖαν, ἢ ὀξὺ ξόφος
κόπτον πέτρας λέγοντες οὐ ψευσθήσομεν.
Ὁ μὲν παλαιὸς Ἰακὼβ ἁπλοῦς τρόπον,
ἅπλαστος, εὐθὴς, χριστοειδὴς ἦθος ὤν,
ὃς Ἁβραὰμ μὲν ἔγγονος σαφῶς ἔφυ,
γόνος δὲ λαμπρὸς Ἰσαάκ, πατρὸς τέκνον·
οὗτος σοφισθεὶς μητρικαῖς συμβουλίαις
τὸν δεινὸν Ἡσαῦ, σύγγονον σαρκὸς μόνον,
ἐπτέρνοσε δίς, πατρικὰς εὐκληρίας,
πρεσβυτικήν τε τὴν προτίμησιν φέρων,
οὕτως ἐχώρει μητρικὰς πρὸς ἑστίας·
ἐνύπνιον δὲ θεῖον ἱερὰ κλίμαξ
ἀρήτως παρέστη γῇ μὲν ἐρριζομένη,
κόλποις (δ') ἐπῆρτο μέχρι δι' ἀνθρώπων κύτους·
ἐφ' ἣν ἐπεστήρικτο Χριστὸς ὑψόθεν·
λαμπροὶ δ' ἐπ' αὐτὴν ἱερουργικοὶ νόες
ἀνῄεσάν τε καὶ κατῄεσαν φόβῳ.
Σὺ δ' αὖ, μοναστῶν ἱερῶν ἡ ἀκρότης,
ἄλλος τις ἡμῖν Ἰσραὴλ ὤφθης νέος·
τοῦ Ἁβραὰμ δὲ πίστιν ἐξησκημένος,
τοῦ Ἰσαάκ τε τὸν πανευαγῆ τρόπον,
ἀμφοῖν τέκνον τὸ πνεῦμα καὶ πράξιν πέλεις.
Ἐντεῦθεν λαμπραῖς τῆς σοφῆς ἐκκλησίας
ὡς μητρὸς ὄντως ἐντολαῖς ἡγνισμένος
τὸν σάρκινον νοῦν καὶ λίχνον παθοτρόφον
ὡς ἄλλος Ἡσαῦ πτέρνισας ῥίψας κάτω,
αὐτὴν καταθρεῖς τὴν πανύμνητον θέαν,
τὴν μυστικὴν ἄγνωστον ἔνθεον τρίβον,
δι' ἧς ἄνεισι πρὸς Θεὸν Θεοῦ τέκνα.
Αὕτη κλίμαξ πέφυκεν οὐρανοδρόμος,
κλίμαξ ἐφ' ἣν χωροῦσιν οἱ θεῖοι νόες,
ἣν ὡς λίθοι ἤγειραν ἐν στερροῖς λόγοις.
Type(s) [4381] Σὺ δίστομός τις καὶ τομώτατος πτέρυξ (39 verses)
Text source A. Papadopoulos-Kerameus, 1897, Ἱεροσολυμιτικὴ βιβλιοθήκη ἤτοι κατάλογος τῶν ἐν ταῖς βιβλιοθήκαις τοῦ ἁγιωτάτου ἀποστολικοῦ τε καὶ καθολικοῦ ὀρθοδόξου πατριαρχικοῦ θρόνου τῶν Ἱεροσολύμων καὶ πάσης Παλαιστίνης ἀποκειμένων ἑλληνικῶν κωδίκων (vol. 3), Saint-Petersburg: 153-154
Text status Text completely known
Date 13th c.
Manuscript JERUSALEM - Patriarchike Bibliotheke - Timiou Staurou 93 [13th c.]
Place in Manuscript f. 164r
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s) John Klimax (6th c. - 7th c.) - PMBZ: 13914: "Personenkennziffer: 2791"
Image source(s) https://www.loc.gov/resource/amedmonastery.0027939642A-jo/?sp=166
Number of verses 39
Related occurrence(s)
Acknowledgements
Creator(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/20751
Last modified: 2020-02-17.