Type 4381
(formerly typ/2480)
| Σὺ δίστομός τις καὶ τομώτατος πτέρυξ, | |
| τέμνων παθῶν ῥίζωμα καὶ πυρὶ φλέγων | |
| τῷ τῶν ἐλέγχων, Ἰωάννη πάνσοφε· | |
| τὸν σὸν βίον καθάρσιον ἐννοιῶν, πάτερ, | |
| ψυχῆς ἁγισμὸν καὶ παθῶν σαρκὸς λύτρον | |
| εἰπών τις οὐκ ἂν τῆς ἀληθείας πέσοι· | |
| τὸν σὸν λόγον μάχαιραν έκτεθηγμένην, | |
| ἢ ἀξίνην ὀξεῖαν, ἢ ὀξὺ ξόφος | |
| κόπτον πέτρας λέγοντες οὐ ψευσθήσομεν. | |
| Ὁ μὲν παλαιὸς Ἰακὼβ ἁπλοῦς τρόπον, | |
| ἅπλαστος, εὐθὴς, χριστοειδὴς ἦθος ὤν, | |
| ὃς Ἁβραὰμ μὲν ἔγγονος σαφῶς ἔφυ, | |
| γόνος δὲ λαμπρὸς Ἰσαάκ, πατρὸς τέκνον· | |
| οὗτος σοφισθεὶς μητρικαῖς συμβουλίαις | |
| τὸν δεινὸν Ἡσαῦ, σύγγονον σαρκὸς μόνον, | |
| ἐπτέρνοσε δίς, πατρικὰς εὐκληρίας, | |
| πρεσβυτικήν τε τὴν προτίμησιν φέρων, | |
| οὕτως ἐχώρει μητρικὰς πρὸς ἑστίας· | |
| ἐνύπνιον δὲ θεῖον ἱερὰ κλίμαξ | |
| ἀρήτως παρέστη γῇ μὲν ἐρριζομένη, | |
| κόλποις (δ') ἐπῆρτο μέχρι δι' ἀνθρώπων κύτους· | |
| ἐφ' ἣν ἐπεστήρικτο Χριστὸς ὑψόθεν· | |
| λαμπροὶ δ' ἐπ' αὐτὴν ἱερουργικοὶ νόες | |
| ἀνῄεσάν τε καὶ κατῄεσαν φόβῳ. | |
| Σὺ δ' αὖ, μοναστῶν ἱερῶν ἡ ἀκρότης, | |
| ἄλλος τις ἡμῖν Ἰσραὴλ ὤφθης νέος· | |
| τοῦ Ἁβραὰμ δὲ πίστιν ἐξησκημένος, | |
| τοῦ Ἰσαάκ τε τὸν πανευαγῆ τρόπον, | |
| ἀμφοῖν τέκνον τὸ πνεῦμα καὶ πράξιν πέλεις. | |
| Ἐντεῦθεν λαμπραῖς τῆς σοφῆς ἐκκλησίας | |
| ὡς μητρὸς ὄντως ἐντολαῖς ἡγνισμένος | |
| τὸν σάρκινον νοῦν καὶ λίχνον παθοτρόφον | |
| ὡς ἄλλος Ἡσαῦ πτέρνισας ῥίψας κάτω, | |
| αὐτὴν καταθρεῖς τὴν πανύμνητον θέαν, | |
| τὴν μυστικὴν ἄγνωστον ἔνθεον τρίβον, | |
| δι' ἧς ἄνεισι πρὸς Θεὸν Θεοῦ τέκνα. | |
| Αὕτη κλίμαξ πέφυκεν οὐρανοδρόμος, | |
| κλίμαξ ἐφ' ἣν χωροῦσιν οἱ θεῖοι νόες, | |
| ἣν ὡς λίθοι ἤγειραν ἐν στερροῖς λόγοις. |
Last modified: 2025-06-26.
