Occurrence 36698

ἄλλο
 
Ὁ μὲν παλαιὸς ἰακὼβ ἁπλοῦς τρόπον·
ἅπλαστος εὐθὴς χριστοειδὴς ἦθος ὤν·
ὃς ἁβραὰμ μὲν ἔκγονος σαφῶς ἔφυ·
γόνος δὲ λαμπρὸς ἰσαὰκ π(ατρὸ)ς τέκνον·
οὗτος σοφισθεὶς μ(ητ)ρικαῖς συμβουλίαις,
τὸν δεινὸν ἡσαῦ σύγγονον σαρκὸς μόνον·
ἐκπτερνίσας δὶς π(ατρι)κὰς εὐκληρίας·
πρεσβυτικήν τε τὴν προτίμησιν φέρων;
οὕτως ἐχώρει μ(ητρ)ικὰς πρὸς ἑστίας·
ἐνύπνιον δὲ θεῖον ἱερὰ κλίμαξ·
ἀὐτῷ παρέστη γῆς μὲν ἐρριζωμένη·
κόλποις ἐπῆρτο μέχρι δι᾿ οὐ(ραν)οῦ κύτους·
ἐφ᾿ ἣν ἐπεστήρικτο χ(ριστὸ)ς ὑψώθεν·
λαμπροί δ᾿ ἐπ᾿ αὐτὴν ἱερουργικοὶ νόες·
ἀνήεσάν τε καὶ κατήεσαν φόβῳ·
σὺ δ᾿ αὖ μοναστῶν ἱερῶν ἡ ἀκρότης;
ἄλλος τίς ἡμῖν ἰ(σρα)ὴλ ὤφθης νέ(ος)·
τοῦ ἁβραὰμ δὲ πίστιν ἐξησκημένος·
τοῦ ἰσαακ τε τὸν πανευαγῆ τρόπον;
ἀμφοῖν τέκνον τὸ π(νεῦμ)α καὶ πρᾶξιν πέλεις·
ἐντεῦθεν λαμπραῖς τῆς σοφῆς ἐκκλησίας·
ὡς μ(ητρὸ)ς ὄντως ἐντολαῖς ἡγνισμένος·
τὸν σάρκινον νοῦν καὶ λίχνον παθοτρόφον·
ὡς ἄλλος ἡσαῦ πτερνίσας ῥίψας κάτω;
αὐτὴν καταθρεῖς τὴν πανύμνητον θέαν·
τὴν μυστικὴν ἄγνωστον ἔνθεον τρίβον·
δι' ἧς ἄνεισι πρὸς θ(εὸ)ν θ(εο)ῦ τέκνα:-
Type(s) [4381] Σὺ δίστομός τις καὶ τομώτατος πτέρυξ (39 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 13th c.
Manuscript ATHOS - Mone Batopediou 348 [13th c.]
Place in Manuscript f. 366r-367r
Palaeographical information Τhe verses are written in red ink, with initial in blue.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Bibliography
Number of verses 27
Related occurrence(s)
Acknowledgements

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/36698
Last modified: 2025-06-26.