Occurrence 18841
(formerly occ/2237)

Στίχοι συγγραφέντες παρά τού μο(ναχου), περὶ τ(ῶν) | ἀναβαινόντων ταύτην τὴν κλίμακα:-
 
Τέλος κλίμακος οὐ(ρα)νοδρόμου βίβλου·
ἀφ’ ἧς ἀποτρέχουσιν οἱ ψυχοκτόνοι·
ἐφ’ ἣν ἐπιτρέχουσιν οἱ σαρκοκτόνοι·
ἀφ’ ἧς καταβαίνουσιν, οἱ νοοκτόνοι·
ἐφ’ ἣν ἀναβαίνουσιν οἱ παθοκτόνοι·
βροτοὶ μὲν οὗτοι· τὸ πλέον δὲ (καὶ) νόες·
ἀποξύσαντες τῆς λεβηρίδος πάχος·
ὀπῆς στενῆς ἔσωθεν ὡς γῆρας ὄφις·
καινοὶ φανέντες ὡς κενοὶ κενοῦ βίου·
καὶ νοῖ, κατασταθέντες ὡς ἐπηρμένοι·
ἥνπερ δίδου σὺ, σαῖς λιταῖς ἰωάννη·
ὁ τήνδ’ ἐγείρας ὡς λίθοις στερροῖς λόγοις·
ὁ τήνδε πήξας ἄγαν εὐτεχνεστάτως·
τοῖς ἰωάνναις ἀναβαίνειν ὡς γράφεις·
τῷ τῶνδε γραφεῖ δυσγενεῖ κακοτρόπω·
τῷ τ’ εὐγενεῖ τὸν βίον, ὡς δὲ καὶ γένος·
γένους κομνηνοῦ, σχήματος μονοτρόπου·
καὶ κλήσεως δὲ τῆς γε χαριτωνύμου·
ἄλλως γὰρ ἀμήχανον ἐστὶν ὡς λέγεις:-
Type(s) [3072] Τέλος κλίμακος οὐρανοδρόμου βίβλου (19 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 12th c.
Manuscript MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 229 (Vlad. 192) [12th c.]
Place in Manuscript f. 321r
Palaeographical information The title and initials are written in red ink.
Title: μο(ναχου) supra lineam; ἰω(άνν)ου add. in mg.
Contextual information The epigram precedes the treatise 'To the Shepherd'.
Metre(s) Dodecasyllable
Genre(s)
Subject(s)
Bibliography
Number of verses 19
Related occurrence(s)
Acknowledgements
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/18841
Last modified: 2022-11-23.