| + εὐαγγελιστῶν τοὺς θεοπνεύστους λόγους | |
| τόμοις διαιρεθέντας ἠκριβωμένως | |
| αὕτη βίβλος φέρουσα συντεταγμένους | |
| θαῦμα πρόκειται πᾶσιν ἐξηρημένον | |
| ἐκ τῆς γραφῆς ἅπαντας ἕλκον πρὸς θέαν | |
| ἐκ τῆς ἀρίστης ἐκλογῆς τε καὶ τέχνης | |
| τὸν ζῆλον ἐγκεντρίζον οἷς ἐστιν φύσις | |
| πρὸς ἔργα φιλότιμος εὐκλεῶν πόνων | |
| ἧς οἱ τρυφῶντες τὴν ἐπανθοῦσαν χάριν | |
| μεταγράφοντες ἢ λαλοῦντες ἠρέμα | |
| εὐχαῖς φιλοφρονεῖσθε τὸν τετευχότα | |
| ὡς δεσπότην πρωτουργὸν ὡς πᾶσι τρόποις | |
| ταύτην προθύμως κτώμενον κτῆμα ξένον. |
Last modified: 2019-09-10.
