Type 35840
| Ἀνεκτὸς ἦν Ἅμασις τῇ σπουδῇ νέμων | |
| μικροῦ τριτημόριον ἡμέρας χρόνου· | |
| οἱ γὰρ παρ’ ἡμῖν τυραννοῦντες ἐκτόπως, | |
| πάννυχον ἅμα καὶ πανήμερον χρόνον | |
| ταῖς παιδιαῖς προσεῖχον ἢ καὶ ταῖς μέθαις, | |
| ἀνδραπόδων βιοῦντες ἐμπαθῆ βίον· | |
| ἐξ ὧν τὸ κάλλος τῆς νέας Ῥωμαΐδος | |
| γηραλέα συνέσχε ῥυτὶς ἀθρόον· | |
| ἡ βασιλὶς δὲ καὶ πασῶν ὑπερτάτη, | |
| λῃστῶν ὑπῆρξε δυσμενῶν κατοικία. |
Last modified: 2025-02-04.
