Occurrence 34450

Τούτων ἁπάντων τῶν καλῶν, καλῶν δότα,
Τριὰς παναλκής, πανσθενέστατον κράτος,
μονὰς ἐναρίθμητε καὶ φύσις μία,
ἄτμητε, τρισάριθμε, δύναμις μία,
μία κίνησις, ἓν νόημα καὶ κλέος·
ὦ Πάτερ, ἀγέννητε καὶ παντοκράτορ,
ὦ φῶς πατρικόν, Υἱέ, δεξιά, σθένος,
ὦ Πνεῦμα θεῖον ἐκ Πατρὸς προηγμένον,
ἥλιε καὶ φῶς, ἀκτὶς ἀθολωτάτη·
Τριὰς μονάδος καὶ μονὰς ἐκ Τριάδος,
ἄκτιστε, ταυτόβουλε, σύμπνοια μία·
τὴν ἐργασίαν, τὴν φυλακήν, τὴν στάσιν
δίδου, συνέργει καὶ βοήθει σῷ λάτρῃ,
δρᾶν γάρ τις οὐδὲν ἰσχύει χωρὶς σέθεν.
Τὸ τριμερές μου Τριάδι τῇ τριπλόκῳ
δέσμευσον, ἀσφάλισον, ὡς θεωρίας
τῆς σῆς σχολάζῃ καὶ μόνῃ λειτουργίᾳ.
Μνήμην θανάτου πάρες οὐ ζοφουμένην,
τῆς κηδαρικῆς μακρᾶς ἀποδημίας
ἐκδημίας τε τῆς ταβερναλιγκίου·
ἀβλεψίαν, πώρωσιν, ἀναισθησίαν,
ἀδάκρυτον, ἄλυπον, ἀπενθὲς πάθος
ἀντιτοροῦσα τῷ δόρατι τοῦ τέλους
καὶ ταῖς βολαῖς βάλλουσα ταῖς ἐναντίαις·
καὶ τοῦ φέρειν δύναμιν ἀβούλων βάρος
οἵων κελεύεις † ἂν δ’ ἑκτέρων †, μέγα.
Τολμῶν λαλήσω τῶν ἀκουσίων τέως·
μὴ γὰρ ποταμῶν ῥοῦν βιάσῃς ἀρτίως,
καιρὸν κἀκείνων πρόσφορον δώσεις πότε.
Μὴ δή με πάμπαν ἀτιμώρητον φέροις,
μήτ’ αὖ πολυστένακτον ἠκανθωμένον,
μήτ’ οὖν ἀχαλίνωτον ὡς ἵππον μ’ ἔχοις,
μήτ’ αὖ ταλαιπωροῦντα πάθεσι πλέον.
Κέντρῳ με νύσσε, μικρᾷ παιδείᾳ λέγω.
Μὴ πλῆττε τῷ δόρατι, μὴ βάλλοις βέλει.
Τοὺς σοὺς ἐλέγχους ἀθύμους, Τριάς, θέλω.
Ἡ τοῦ βίου θάλασσα τοῦ μελαμπόρου
πάντῃ φέροι με, μήτε κούφην ὀλκάδα,
μήθ’ ὑπεραλγῆ τῶν ἀγωγίμων βάρει.
Κακὸν καταφρόνησις, ὑβριστὴς κόρος·
ἅπερ καλὸς πλοῦς, ναῦς ἐλαφρὰ προσφέρει·
ἀλλ’ οὐδὲ καλὸν συμφοραὶ νυκτιφόροι
ἐπιφορὰς μιμούμεναι τῶν κυμάτων.
Ἀντιπαράθοις ἀσθένειαν ἣν ἔχω,
ἀντιταλαντόσταθμον ἐξάγοις τίσιν.
Σπήλαιον ὄντα νοῦν ἐμὸν νυκτιλόχων,
ναὸν σὸν αὐτὸν δεῖξον ὡραϊσμένον·
ἀντρανύχιον, ἀδρανῆ δεδειγμένον,
φωτεινόμορφον ἔργασαι κατοικίαν.
Ἵνα μόνην σε τὴν βασίλισσαν ἔχω,
ἄϋλον ἔνδον ἵδρυμα τῆς καρδίας·
ὡς ἂν ἴχνη, θήρατρα, παγίδας, λόχους
θηρὸς κακούργου, δυσμενοῦς, ὀλεθρίου
βολαῖς καθαραῖς ἀστραπηβόλου φάους
ὁρῶν, ἐρευνῶν, καταθρῶν, σκοπῶν, βλέπων,
τὰς κακότητος τριβόλας ἐκφυγγάνω,
ἃς ὁ σκολιὸς καθυποσπείρων ὄφις,
λυσσῶν καθ’ ἡμῶν τοῖς ἀναγκαίοις βίου
οὐ παύεται μάλιστα, παύλαν οὐκ ἔχων.
Ὅστις πανούργως ὑποχωρῶν πολλάκις
δοκῶν τε φεύγειν, κέντρῳ ῥίπτει θανάτου,
κλέπτης ἐναργής, ψυχόθηρ ὢν ὁ πλάνος,
εἴδει καλῷ δοκοῦντι κρύπτει τὸν δόλον·
πλουτῶν τὰ φαῦλα πανταχοῦ τῶν σκεμμάτων,
νόθοις ἑαυτὸν κατακοσμεῖ τοῖς τρόποις,
κατὰ κολοιὸν ἐπτιλωμένον νόθοις.
Ὡς ἁλιεύς τις εἰναλίοις ἰχθύσιν
ἄγκιστρον εἶδαρ ἔρχεται καθεὶς ἔχον
οἳ καὶ ποθοῦντες τὴν πρὸς <ἧς> ζωῆς χάριν
εἵλκυσαν ἀπρόοπτον, ἄθλιον τέλος,
οὕτως Σατᾶν ἔπεισιν ἐν κακουργίᾳ.
Ἐπῆλθε φωτὶ παραπλήσιον σκότος,
ὡς παρόμοιον ἐκφανῇ φῶς τῷ σκότει.
Ὢ δεινότητος ἣν λόγοις ἀποπτύει,
ὢ σκαιότητος ἣν δόλοις ἐπειλύει.
Σκάζων προδήλως ὥσπερ ὁ κλυτοτέχνης,
ἰθυτενῆ δείκνυσιν αὑτοῦ τὸν πόδα·
οὗ σκανδάληθρα πάντα βλέψαι μὴ σθένων
κλήσεις ὀλίγας εὗρον αὐτοῖς ἰδίας,
ἐκ τῶν ὀνύχων τὸν λέοντα τίς φράσοι·
αὗται παρεμφαίνουσι τὰς βδελυγμίας,
αὗται παραδηλοῦσι τὰς τεχνουργίας,
αὗται παραγυμνοῦσι τὰς μιαρίας.
Ὡς γὰρ ἅπασαν ἡδονὴν εὑρών· ὄφις,
πῦρ· ὡς ἀνάπτης τῶν παθῶν τῶν σαρκίνων,
Βελίας· ὀργῆς ὡς θυμοῦ κινῶν βέλη,
κακία· πρῶτος ἀνομίαν ὡς πλάσας,
θάνατος· ὡς αἴτιος ἡμῖν θανάτων,
χάσμα· μέγιστον ὡς ᾅδου στόμα, πύλη,
τίνα δεδορκὼς ὡς καταπίῃ· δράκων,
θήρ· ὡς καθ’ ἡμῶν ἀγριαίνων διόλου,
νύξ· ὡς σκοτεινὸς ἡμέρας ἀντίθετος,
ὡς εἰσπιδύων λάθρα τὰ πλείω· λόχος,
ὡς θανατῶν δήγματα· λυσσώδης κύων,
χάος, Χάρυβδις· ὡς ἀπωλείας τόπος,
καὶ βάσκανος· τοῖς πᾶσιν ὡς φθονῶν μάτην,
φονεύς· τὸν Ἄβελ ὡς ἀναιρῶν ἀπάτῃ,
τὸν νοῦν ὁ Κάϊν ζηλοτυπῶν ἀδίκως,
εἰς τὴν πλατεῖαν ἐξάγων πεδιάδα
κἀκεῖσε νεκρῶν τὸν Θεοῦ θεῖον θύτην,
ὡς μὴ θυσίας τὰς ἐρασμίους θύῃ,
ὡς μὴ θύματα προσφέρῃ τῷ Δεσπότῃ
ἄμωμα, δεκτά, καθαρά, πεφιλμένα
καὶ τῶνδε δή τι μεῖζον ἀντιλαμβάνῃ,
τὴν εὐλογίαν εὐλογῇ τοῦ Κυρίου.
Ποῖος νοήσει τῶν σοφῶν λογεμπόρων
φωτὸς θεατής, ἐργάτης ἀμεινόνων,
ψυχῆς τὸ φέγγος ἐμπερισχὼν ἐμφρόνως,
ψυχῆς τὸ λαμπρὸν ἀντανακλῶν τοῖς πόνοις,
γενναιότητα δεικνύων ἐν πρακτέοις
καὶ πρᾶξιν ἔνθεν εὐκλεΐζων συντόνως,
νοὸς στρατηγός, δημαγωγός, ἱππότης
τό τε πρόσαντες Λοξίου πρωτοστάτου
τό τ’ εὐθὲς αὐτοῦ συγκεκρυμμένον δόλῳ;
Ἢ τίς καταθρήσειε κρυφίους πάγας,
ἢ τίς διαιρήσειε τὰς πανουργίας
ἃς καθεκάστην ἵστησιν ἰξηφόρος,
ἃς καθεκάστην ποικιλοτρόπως πλέκει
ὁ ψευσματοπλασματομηχανοπλόκος;
Εἰ Παῦλος ἤμην, πυγμαχεῖν ἠσκημένος,
οὗ τὴν σκιὰν ἦν ὀρροδοῦν ἀρχῶν ἔθνος,
γρόνθοις ἔπαιον ὡς Ἀχιλλεὺς Θερσίτην,
ἐπεὶ δ’ ἄναλκίς εἰμι καὶ παρειμένος,
ἄβουλος, ἄφρων, ἀδαής, χωρὶς ὅπλων,
πάμπαν ἀβληχρός, ἀδρανής, πεπληγμένος
γλῶσσαν προτείνω πρὸς σὲ τὴν ἀναξίαν
αἰτοῦσαν αὐτοῦ τὴν τομὴν ἐπαξίαν.
Ἐπιτίμησον καλάμου τῷ θηρίῳ
καὶ φεύξεταί μου τοῦ συλᾶν νοῦν ἢ τρόπον
Type(s) [29805] Τούτων ἁπάντων τῶν καλῶν, καλῶν δότα (134 verses)
Text source R. Meesters 2018, A Twelfth-Century Cycle of Four Poems on John Klimax: A Brief Analysis, in A. Rhoby, N. Zagklas (eds.), Middle and Late Byzantine Poetry. Texts and Contexts, Turnhout, 387-406: 348-358
Text status Text completely known
Date 13th-14th c.
Manuscript OXFORD - Christ Church College 80 [13th-14th c.]
Place in Manuscript f. 453r-455v
Metre(s) Dodecasyllable
Genre(s) Scribe-related epigram
Subject(s)
Bibliography
Number of verses 129
Related occurrence(s)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/34450
Last modified: 2022-12-06.