Occurrence 29808

ἀρχ(ὴ) τ(ῶν) στίχ(ων) (τοῦ) τέλ(ους)
 
⁘ Τούτων ἁπάντ(ων) τ(ῶν) καλ(ῶν)· καλ(ῶν) δό(τα). ‖
Τρι(ὰς) παναλκής. π(αν)σθεν(έ)στατ(ον) κράτο(ς)·
μονὰς ἐναρίθμητε· κ(αὶ) φύσις μία·
ἄτμητε· τρισάριθμε· δύναμις μία·
μία κίνησις. ἓν νόημα κ(αὶ) κλέος·
ὦ π(άτ)ερ· ἀγέννητε (καὶ) παντοκράτορ·
ὦ φῶς π(ατ)ρικόν, υἱέ· δεξιά· σθένος·
ὦ πν(εῦμ)α θεῖον ἐκ π(ατ)ρ(ὸ)ς προϊγμένον·
ἥλιε· κ(αὶ) φῶς· ἀκτὶς ἀθολωτάτη·
Τριὰς, μονάδος· κ(αὶ) μονὰς, ἐκ τριάδο(ς)·
ἄκτιστε· ταυτόβουλ(ε)· σύμπνοια μία,
τὴν ἐργασίαν· τ(ὴν) φυλακὴν· τ(ὴν) στάσιν,
δίδ(ου)· συνέργει· κ(αὶ) βοήθει σῶι λάτρηι·
δρᾶν γάρ τις οὐδὲν ἰσχύει χωρὶς σέθεν·
Τὸ τριμερές μου τριάδι τῆ τριπλόκωι,
δέσμευσ(ον)· ἀσφάλισ(ον)· (ὡς) θεωρίας
τ(ῆς) σ(ῆς) σχολάζη κ(αὶ) μόνη λειτουργία.
Μνήμην θανάτ(ου) πάρες οὐ ζοφουμέν(ην)·
τῆς κηδαρικῆς μακρᾶς ἀποδημίας.
ἐκδημί(ας) τὲ τ(ῆς) ταβερναλιγκίου·-
ἀβλεψίαν πώρωσιν ἀναισθησίαν·
ἀδάκρυτ(ον) ἄλυπ(ον) ἀπενθὲς πάθο(ς),
ἀντιτοροῦσα τ(ῷ) δόρατι τοῦ τέλους·
κ(αὶ) ταῖς βολαῖς βάλλουσα τ(αῖς) ἐναντίαις·
κ(αὶ) τοῦ φέρ(ειν) δύναμιν ἀβούλων βάρος· ‖
Ἵνα μόν(ην) σε τ(ὴν) βασίλισσ(αν) ἔχω,
ἄϋλον ἔνδον ἵδρυμα τῆς καρδίας·
ὡς ἂν ἴχνη θήρατρα παγίδας λόχους·
θηρὸς κακούργου δυσμενοῦς ὀλεθρίου·
βολαῖς καθαραῖς ἀστραπηβόλου φά(ους)
ὁρῶν ἐρευν(ῶν)· καταθρῶν σκοπ(ῶν) βλέπων,
τὰς κακότητο(ς) τριβόλ(ας) ἐκφυγγάνω·
ἃς ὁ σκολιὸ(ς) καθυποσπείρ(ειν ) ὄφις.
λυσσ(ῶν) καθ’ ἡμ(ῶν) τ(οῖς) ἀναγκαίοις βίου,
οὐ παύεται μάλιστα· παύλαν οὐκ ἔχων.
Ὅστις πανούργ(ως) ὑποχωρ(ῶν) πολλάκις.
δοκῶν τε φεύγ(ειν), κέντρω ῥίπτει θανάτ(ου)·
κλέπτης ἐναργής. ψυχόθηρ ὢν ὁ πλάνο(ς),
εἴδει· καλῶ δοκοῦντι, κρύπτει τ(ὸν) δόλο(ν)·
πλουτ(ῶν) τὰ φαῦλα π(αν)ταχ(οῦ) τ(ῶν) σκεμμάτ(ων),
νόθοις ἑαυτ(ὸν) κατακοσμεῖ τοῖς τρόποις,
κατὰ κολοι(ὸν) ἐπτιλωμ(ένον) νόθοις -
Ὡς ἁλιεύς τις εἰναλίοις ἰχθύσ(ιν)·
ἄγκιστρ(ον) εἶδαρ ἔρχεται καθεὶς ἔχον·
οἳ κ(αὶ) ποθοῦντ(ες) τὴν πρὸ(ς) ζωῆς χάριν.
εἵλκυσαν ἀπρόοπτ(ον) ἄθλιον τέλος,
οὕτ(ως) σατᾶν ἔπεισ(ιν) ἐν κακουργία.
Ἐπῆλθε φωτὶ π(αρα)πλήσιος σκότο(ς)· ‖
οἵ(ων) κελεύ(εις)· ἂν δ’ ἑκτέρων, μέγα·
τολμῶν λαλήσω· τ(ῶν) ἀκουσί(ων) τέως·
μὴ γὰρ ποταμοῦν ῥοῦν βιάσης ἀρτί(ως)·
καιρ(ὸν) κἀκείνων πρό(σ)φορ(ον) δώσ(εις) πότε·
μὴ δή με πάμπ(αν) ἀτιμώρητ(ον) φέροις·
μήτ’ αὖ πολυστένακτον ἠκανθωμένο(ν)·
μήτ’ οὖν ἀχαλίνωτον (ὡς) ἵππ(ον) μ’ ἔχοις·
μήτ’ αὖ ταλαιπωροῦντα πάθεσι πλέ(ον)·
κέντρω με νύσσε· μικρᾶ παιδεία λέγω·
μὴ πλῆττε τῶ δόρατι· μὴ βάλλ(οις) βέλει·
τοὺς σοὺς ἐλέγχους, ἀθύμ(ους) τρι(άς) θέλω·
Ἡ τοῦ βίου θάλασσα τ(οῦ) μελαμπόρου,
πάντη φέροι με· μήτε κούφην ὀλκάδα,
μήθ’ ὑπεραλγῆ τ(ῶν) ἀγωγίμων βάρει·
κακὸν, καταφρόνησις· ὑβριστὴς, κόρο(ς)·
ἅπερ καλὸς πλοῦς· ναῦς ἐλαφρὰ προ(σ)φέρει·
ἀλλ’ οὐ(δὲ) καλ(ὸν) συμφοραὶ νυκτιφόροι·
ἐπιφορὰς μιμ(ού)μ(εν)αι τ(ῶν) κυμάτων·
ἀντιπ(αρά)θοις ἀσθένειαν ἣν ἔχω·
ἀντιταλαντόσταθμ(ον) ἐξάγοις τίσ(ιν)·
Σπήλαιον ὄντα νοῦν ἐμὸν νυκτιλόχω(ν),
ναὸν σὸν αὐτ(ὸν) δεῖξ(ον) ὡραϊσμ(ένον)·
ἀντρανύχιον· ἀδρανῆ δεδειγμ(ένον),
φωτεινόμορφον ἔργασαι κατοικίαν· ‖
ὡς παρόμοιος ἐκφανῆ φῶς τ(ῷ) σκότ(ει)·
ὢ δεινότητο(ς) ἣν λόγοις ἀποπτύει·
ὢ σκαιότητο(ς) ἣν δόλοις ἐπειλύει·
σκάζων προδήλ(ως) ὥσπερ ὁ κλυτοτέχν(ης),
ἰθυτενῆ δείκνυσ(ιν) αὑτοῦ τ(ὸν) πόδα·
οὗ σκανδάληθρα πάντ(α) βλέψαι μὴ σθένω(ν),
κλήσεις ὀλίγας εὗρον αὐτοῖς ἰδίας·
ἐκ τ(ῶν) ὀνύχων τ(ὸν) λέοντα τίς φράσοι·
αὗται παρεμφαίνουσι τ(ὰς) βδελυγμί(ας)·
αὗται π(αρα)δηλοῦσι τ(ὰς) τεχνουργίας·
αὗται π(αρα)γυμν(οῦ)σι τ(ὰς) μιαρίας·
Ὡς γὰρ ἅπασαν ἡδον(ὴν) εὑρ(ών), ὄφις·
πῦρ, (ὡς) ἀνάπτης τ(ῶν) παθῶν τῶν σαρκίν(ων)·
βελίας, ὀργῆς (ὡς) θυμ(οῦ) κινῶν βέλη·
κακία, πρῶτο(ς) ἀνομί(αν) (ὡς) πλάσας.
θάνατος, ὡς αἴτιος ἡμῖν θανάτων·
χάσμα, μέγιστ(ον) (ὡς) ἅδου στόμα. πύλη·
τίνα δεδορκὼς ὡς καταπίη, δράκων·
θήρ, (ὡς) καθ’ ἡμ(ῶν) ἀγριαίνων διόλου·
νύξ (ὡς) σκοτεινὸ(ς)· ἡμέρ(ας) ἀντίθετο(ς)·
ὡς εἰσπιδύων λάθρα τὰ πλείω, λόχο(ς)·
ὡς θανατ(ῶν) δήγμα(τα), λυσσώδης κύων·
χάος. χάρυβδις, ὡς ἀπωλείας τόπος·
κ(αὶ) βάσκανο(ς), τ(οῖς) πᾶσ(ιν) (ὡς) φθον(ῶν) μ(ά)τ(ην)· ‖
φονεύς, τ(ὸν) ἄβελ (ὡς) ἀναιρ(ῶν) ἀπάτη·
τὸν νοῦν, ὁ κάϊν ζηλοτυπ(ῶν) ἀδίκως·
εἰς τ(ὴν) πλατεῖαν ἐξάγων πεδιάδα·
κἀκεῖσ(ε) νεκρ(ῶν) τ(ὸν) θ(εο)ῦ θεῖ(ον) θύτην·
ὡς μὴ θυσί(ας) τ(ὰς) ἐρασμίους θύη·
ὡς μὴ θύματ(α) προ(σ)φέρη τ(ῷ) δεσπότηι,
ἄμωμα δεκτὰ καθαρὰ πεφιλμένα·
καὶ τ(ῶν)δε δή τι μεῖζον ἀντιλαμβάνη·
τ(ὴν) εὐλογίαν εὐλογη τοῦ κ(υρίο)υ·
Ποῖος νοήσει τ(ῶν) σοφῶν λογεμπόρων·
φωτὸς θεατής. ἐργάτ(ης) ἀμεινόνων.
ψυχ(ῆς) τὸ φέγγο(ς) ἐμπερισχ(ὼν) ἐμφρόνως.
ψυχῆς τὸ λαμπρ(ὸν) ἀντανακλῶν τοῖς πόνοις.
γενναιότητα δεικνύ(ων) ἐν πρακτέοις·
κ(αὶ) πρᾶξιν ἔνθεν εὐκλεΐζων συντόν(ως)·
νοὸ(ς) στρατηγὸ(ς) δημαγωγὸ(ς) ἱππότης,
τό τε πρόσαντ(ες) λοξίου πρωτοστάτου·
τό τ’ εὐθὲς αὐτ(οῦ)· συγκεκραμένον δόλω;
ἢ τίς καταθρήσειε κρυφίους πάγας.
ἢ τίς διαιρήσειε τ(ὰς) πανουργίας,
ἃς καθεκάστ(ην) ἵστη(σιν) ἰξηφόρος,
ἃς καθεκάστ(ην) ποικιλοτρόπ(ως) πλέκει,
ὁ ψευσματοπλασματομηχανοπλόκος·
Εἰ παῦλο(ς) ἤμ(ην)· πυγμαχ(εῖν) ἠσκημ(έν)ο(ς)· ‖
οὗ τ(ὴν) σκι(ὰν) ἦν ὀρροδοῦν ἀρχ(ῶν) ἔθνος,
γρ(όν)θοις ἔπαι(ον) ὡς ἀχιλλεὺς θερσίτ(ην)·
ἐπεί δ’ ἄναλκίς εἰμι κ(αὶ) παρειμένος·
ἄβουλο(ς)· ἄφρ(ων)· ἀδαής· χωρὶς ὅπλων·
πάμπ(αν) ἀβληχρὸ(ς)· ἀδρανής, πεπληγμ(έν)ο(ς),
γλῶσσ(αν) προτείνω πρὸ(ς) σὲ τ(ὴν) ἀναξίαν·
αἰτοῦσαν αὐτοῦ τ(ὴν) τομ(ὴν), ἐπαξίαν·
Ἐπιτίμησ(ον) καλάμ(ου) τῶ θηρίω·
κ(αὶ) φεύξεταί μου τ(οῦ) συλᾶν νοῦν ἢ τρόπον·
ὑπεξάγαγε τ(ῆς) ἀπάτης τοῦ βίου·
κ(αὶ) κατάταξον εἰς μονὰς τ(ῶν) ἁγίων·
ὡς ἂν ὑμνῶ κἀγώ σε σὺν τ(οῖς) ἀγγέλοις·
ἄζυξ μοναστὴς ἰω(άννης) σὸ(ς) λάτρης·
κ(αὶ) τῆς χοϊκῆς κομνηνῆς ῥίζης κλάδο(ς) +
Type(s) [29805] Τούτων ἁπάντων τῶν καλῶν, καλῶν δότα (134 verses)
Text status Text completely known
Date 12th c.
Manuscript MOSCOW - Gosudarstvennyj Istoričeskij Musej (GIM) - Sinod. gr. 480 (Vlad. 193) [12th c.]
Place in Manuscript f. 417r-420r
Palaeographical information Several verses are introduced with initials written in red ink.
Contextual information The epigram is written after the treatise 'To the Shepherd'.
Metre(s) Dodecasyllable
Genre(s) Patron-related epigram
Subject(s)
Comment Meesters - Ricceri (2018: 294): "There is a discrepancy between the actual number of 134 vv. preserved in the manuscript and a note at the end of the poem mentioning 135 vv.".

The title is written in the right margin. The words παραπλήσιος (v.48) and παρόμοιος (v.73) are also accompanied with a supralinear tachygraphic sign for the -ον ending. The word συγκεκραμένον (sic., v.114) contains the corrected letters (υ, μ) supra lineam.

Note that the order of verse groups vv. 26-49 and vv. 50-72 must be inverted, since fol. 418 containing these lines has been bound in a way that mixes up the recto and verso sides. See Meesters - Ricceri (2018: 294-295) for codicological and paleographical remarks supporting this hypothesis.
Bibliography
Number of verses 134
Related occurrence(s)
Acknowledgements
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/29808
Last modified: 2020-06-05.