Occurrence 29809

ἀρχ(ὴ) τῶν στίχ(ων) τοῦ τέλους :·
 
(…)ούτων ἁπάντ(ων) τῶν καλ(ῶν)· καλῶν δότ(α):
Τρι(ὰς) παναλκ(ὴς) πανσθενέστατον | κράτος:
μονὰς ἐναρίθμητος. (καὶ) φύσ(ις) μία·
Ἄτμητε· τρισάριθμε· δύ|(…)αμις μία·
μία κίνησ(ις), ἓν νόημα (καὶ) κλέος:
ὦ π(άτ)ερ· ἁγέννητ(…) (καὶ) παντοκράτορ, |
(…) φῶς π(ατ)ρικὸν, υἱὲ· δεξιά σθένος:
ὦ πν(εῦμ)α θεῖον ἐκ π(ατ)ρ(ὸ)ς προϊγμένον: |
(...)λιε (καὶ) φῶς· ἀκτὶς ἀθολωτάτη:
τριὰς, μονάδος· (καὶ) μονὰς, ἐκ τριάδος· |
(...)κτιστε· ταυτόβουλ(…)· σύμπνοια μία;
τὴν ἐργασίαν· τὴν φυλακ(ὴν)· | τὴν στάσιν;
δίδου· συνέργει· (καὶ) βοήθει σῶ λάτρη:·
δρᾶν (γάρ) τ(ις) | οὐδὲν ἰσχύει χωρ(ὶς) σέθεν:
Τὸ τριμερές μου· τριάδι τῆ τριπλόκω |
Δέσμευσον· ἀσφάλισον· ὡς θεωρί(ας)·
Τῆς σ(ῆς) σχολάζη (καὶ) μόνη | λειτουργία:
Μνήμην θανάτου. πάρες οὐ ζοφουμέν(ην) :
Τῆς κη|δαρικῆς μακρᾶς ἀποδημί(ας):
ἐκδημί(ας) τε τῆς ταβερναλιγγίου: |
ἀβλεψίαν πόρρωσ(ιν) ἀναισθησίαν:
ἀδάκρυτον ἄλυπον ἀπενθὲς | πάθος:
ἀντιτοροῦσα τῶ δόρατι τοῦ τέλ(ους):
(καὶ) τ(αῖς) βολ(αῖς) βάλλουσα τ(αῖς) | ἐναντίαις:
(καὶ) τοῦ φέρειν δύναμ(ιν) ἀβούλ(ων) βάρο(ς):
ὡς παρόμοιον | ἐκφανῆ φῶς τῶ σκότ(…)
Ὢ δεινότητο(ς)· ἣν λόγοις ἀποπτύει· |
Ὤ σκαιότητο(ς)· ἣν δόλοις ἐπειλύει·
σκάζ(ων) προδήλως ὥσπερ ὁ κλυ|τοτέχνης;
Ἰθυτενῆ δείκνυσιν αὑτοῦ τὸν πόδα: ‖
Οὗ σκανδάληθρα πάντα βλέψει μὴ σθέν(ων);
Κλήσεις ὀλί(…) (..)ρον | αὐτοῖς ἰδί(ας):
Ἐκ τῶν ὀνύχων τὸν λέοντα. τίς φράσει·
αὗται πα|ρεμφαίνουσι. τὰς βδελυγμί(ας):
αὖται παραδηλοῦσι τὰς τεχνουργί(ας) |
αὖται παραγυμνοῦσι τὰς μιαρί(ας):
ὡς (γὰρ) ἅπασαν ἡδον(ὴν) ευρ(..) (…) |
πῦρ ὡς ἀνάπτης τῶν παθ(ῶν) τῶν σαρκίν(ων):
βελί(ας), οργῆς ὡς θυμοῦ | κινῶν βέλη:
Κακία· πρῶτος ἀνομί(ας) ὡς πλάσας:
θάνατος, ὡς α(…)|τίος ἡμῖν θανάτων:
Χάσμα μέγιστον ὡς ἅδου στόμα, πύλη:
Τίνα δε|δορκὼς ὡς καταπίη, δράκ(ων):
θήρ ὡς καθ’ ἡμῶν ἀγριαίν(ων) διόλου |
Νύξ· ὡς σκοτινὸς· ἡμέρας ἀντίθετος:
ὡς εἰσπιδύ(ων) λάθρα τὰ πλείω, λόχ(...) |
ὡς θανατ(ῶν) δείγμα, λυσώδης κύ(ων):
Χάος· χάρυβδης, ὡς ἀπωλεί(...) | τόπος:
(καὶ) βάσκανος. τ(οῖς) πᾶσιν ὡς φθονῶν μάτην:
φονεὺς, | τὸν ἄβελ ὡς ἀναιρ(ῶν) ἀπάτη:
Τὸν νοῦν, ὁ κάϊν ζηλοτυπῶν ἀδίκ(…) |
εἰς τὴν πλατείαν ἐξάγων πεδιάδα:
Κἀκεῖσε νεκρῶν τὸν θ(εο)ῦ θεῖον θύ(…) |
ὡς μὴ θυσί(ας) τὰς ἐρασμίους θύη:
ὡς μὴ θύματα· προ(σ)φέρη τῶ δεσπότ(.) |
ἄμωμα δεκτά καθαρὰ πεφιλμ(έν)α:
(καὶ) τῶν(δε) δή τ(ι) μεῖζον ἀντιλαμβάνη |
Τὴν εὐλογίαν εὐλογη τοῦ κ(υρίο)υ:
Ποῖος νοήσει τῶν σοφ(ῶν) λογεμπόρων: |
φωτὸς θεατὴς· ἐργάτης ἀμεινόνων:
ψυχῆς τὸ φέγγος ἐμπερι|σχὼν ἐμφρόνως:
ψυχῆς τὸ λαμπρ(ὸν) ἀντανακλ(ῶν) τοῖς πόνοις:· |
Γενναιότητα δεικνύ(ων) ἐν πρακτέοις:
(καὶ) πράξιν ἔνθ(εν) εὐκλεΐζ(ων) συντόνως: |
νοὸς στρατηγὸς δημαγογὸς ἱππότης;
τό τε πρόσαντες Λοξίου πρωτοστάτου
τό τ’ εὐθὲς αὐτοῦ· συγκεκραμ|μένον δόλω:
ἢ τίς καταθρήσιε κρυφίους πάγας:
ἢ τίς διαιρήσιε | τὰς πανουργίας;
ἃς καθεκάστην ἵστησι(ν) ἰξηφόρος:
ἃς καθεκάστην | ποικιλοτρόπως πλέκει:
ὁ ψευσματοπλασματομηχανοπλόκος: |
εἰ παῦλος ἤμην· πυγμαχῆν ἠσκημ(έν)ος:
οἷκός ἐλεύ(εις)· ἂν δεκτέρ(ων), | μέγα:
Τολμῶν λαλήσω· τῶν ἀκουσί(ων) τέως:
μὴ (γὰρ) ποταμῶν | ῥοῦν βιάσης ἀρτί(ως):
Καιρ(ὸν) κἀκείνων πρόσφορον δώσεις πότε: |
μὴ δή μ(ε) πάμπαν ἀτιμώρητον φέρεις:
μήτ’ αὖ πολυστένακτον ἠκανθωμ(έν)(ον) ‖
(…)
Type(s) [29805] Τούτων ἁπάντων τῶν καλῶν, καλῶν δότα (134 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript ATHOS - Mone Megistes Lauras Β 102 (Eustratiades 222) [11th c.]
Place in Manuscript f. 272r-272v
Contextual information The epigram is written at the end of the manuscript.
Metre(s) Dodecasyllable
Genre(s) Patron-related epigram
Subject(s)
Comment The poem is preserved only partially, because the manuscript has lost some folios.
Bibliography
Number of verses 79
Related occurrence(s)
Acknowledgements
Transcriber(s)
Contributor(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/29809
Last modified: 2020-08-10.