Occurrence 30936

τριωδίου σύνοψις ἀκριβεστάτη
 
Ἐγὼ δὲ τριώδιον, ταῦτα σοι φέρω·
Παραβολὴν πρώτιστα τοῦ φαρισαίου·
Μεθ’ ἣν ἀσώτου, καὶ ψυχῶν μνείαν ὅλων ·
Τὴν δευτέραν τε τοῦ λόγου παρουσίαν·
Τῆς τυροφάγου τὰς διφυεῖς ἐννάτ(ας)·
Μνείαν ἁπάντων τῶν ἐρήμου π(ατέ)ρων·
Ἔκπτωσιν ἀδὰμ τῆς τρυφῆς τοῦ χωρίου·
Τὸ θαῦμα τοῦ τήρωνος ὀρθοδοξίαν·
Στ(αυ)ροῦ τὲ προσκύνησιν, κανόνα μέγαν·
Τὸν ἀκάθιστον, καὶ ταφὴν τοῦ λαζάρου·
Ἔγερσιν αὐτοῦ, καὶ νίκης τὰ βαΐα·
Πάγκαλον αὖθις, καὶ συκῆς ξηρᾶς τύπον·
Παραβολῆς ὕψωμα παρθένων δέκα·
Δάκρυα κόρης, καὶ πολύτιμον μύρον·
Τὸν μυστικὸν δεῖπνον τε, νιπτῆρος βάθος·
Χ(ριστο)ῦ προσευχὴν, καὶ προδοσίαν πάλιν·
Τὰ φρικτὰ πάθη, τὴν σφαγὴν καὶ τὸ ξύλον·
Τὴν ἀποκαθήλωσ(ιν), ἐν τάφω θέσιν·
Θρῆνον ἐπιτάφιον, γυναικῶν μύρα·
Χαρᾶς τὸ πάσχα, τὴν ἀνάστασιν λέγω·
Τὴν ψηλάφησιν τοῦ θωμᾶ, μυροφόρους
Τὸν παράλυτον, πεντηκοστῆς τὴν μέσην·
Τὴν σαμαρείτην, τυφλὸν 󠇝ᾠματομένον·
Χ(ριστο)ῦ τε λῆψιν, πρὸς πόλον ἀνωτάτω·
Καὶ π(ατέ)ρων ἄθροισμα τῶν ἐν νικαία·
Τὴν πεντηκοστὴν, καὶ τοῦ πν(εύματο)ς χύσιν·
Πληθύν τε πάντων ἁγίων τῶν ἐν βίω:-
Type(s) [6716] Παραβολὴν πρώτιστα τοῦ Φαρισαίου (26 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1337
Manuscript VIENNA - Österreichische Nationalbibliothek (ÖNB) - phil. gr. 219 [1326-1500]
Place in Manuscript f. 160v
Person(s)
Scribe
Ioannes - VGH: 208.I (anagnostes, apostolarios)
Palaeographical information The title and the initials are written in red ink. Greek letters, that are also highlighted in red color, count above each line the different chapters and church feasts of the Triodion.
Contextual information The epigram follows Nikephoros Kallistos Xanthopoulos' metrical enumeration of the Menologion's saints.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Comment 23 ᾠματομένον] μ sub linea
Image source(s) https://digital.onb.ac.at/RepViewer/viewer.faces
Bibliography
Number of verses 27
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Contributor(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/30936
Last modified: 2020-08-17.