Occurrence 25911
(formerly occ/9947)

+ στίχοι εἰς τὰς ἑορτὰς, | τοῦ αὐτοῦ ξανθοποῦλου νικηφόρου:-
 
Ἐγὼ δε τριώδιον, ταῦτά σοι φέρω·
παραβολὴν πρώτιστα, τοῦ φαρισαίου·
μεθ’ ἣν ἀσώτου, καὶ ψυχῶν ὅλων μνείαν·
τὴν δευτέραν τε τοῦ λόγου παρουσίαν·
τῆς τυροφάγου τὰς διφαεῖς ἐννάτ(ας)·
μνείαν ἁπάντων τῆς ἐρήμου π(ατέ)ρων·
ἔκπτωσιν ἀδὰμ, τῆς τρυφῆς τοῦ χωρίου·
τὸ θαῦμα τοῦ τήρωνος, ὀρθοδοξίαν·
στ(αυ)ροῦ τέ προσκύνησιν, κανόνα μέγαν·
τὸν ἀκάθιστον, τὴν ταφὴν τοῦ λαζάρου·
ἔγερσιν αὐτοῦ, καὶ νίκης τὰ βαΐα·
πάγκαλον αὖθις, καὶ συκῆς ξηρᾶς τύπον·
παραβολῆς ὕψωμα, παρθένων δέκα·
δάκρυα πόρνης, καὶ πολύτιμον μύρον·
τὸν μυστικὸν δεῖπνον τε, νιπτῆρος βάθος·
χ(ριστο)ῦ προσευχὴν, καὶ προδοσίαν πάλιν·
τὰ φρικτὰ πάθη, τὴν σφαγὴν καὶ τὸ ξύλον·
τὴν ἀποκαθήλωσιν ἐν τάφω θέσιν·
θρῆνον ἐπιτάφιον, γυναικῶν μύρα·
χαρᾶς τὸ πάσχα, τὴν ἀνάστασιν λέγω·
τὴν ψηλάφησιν, τοῦ θωμᾶ μυροφόρους· ||
τὸν παράλυτον, πεντηκοστῆς τὴν μέσην·
τὴν σαμαρείτιν, τυφλὸν ὀμματωμένον·
χ(ριστο)ῦ τε λῆψιν, πρὸς πόλον ἀνωτάτω·
καὶ π(ατέ)ρων ἄθροισμα τῶν ἐν νικαία·
τὴν πεντηκοστὴν, καὶ τοῦ πν(εύματο)ς χύσιν·
πληθύν τε πάντων των ἁγίων τῶν ἐν βίω:-
Type(s) [6716] Παραβολὴν πρώτιστα τοῦ Φαρισαίου (26 verses)
Text source DBBE
Text status Text completely known
Date 1354
Manuscript JERUSALEM - Patriarchike Bibliotheke - Hagiou Saba 150 [1354]
Place in Manuscript f. 342r-342v
Palaeographical information Title and initials are written in red ink.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Image source(s) https://www.loc.gov/resource/amedmonastery.0027939320A-jo/?q=hagios+sabas+150&sp=346
Number of verses 27
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/25911
Last modified: 2020-06-30.