Occurrence 24209
(formerly occ/8170)

+ τριωδίου συνοψις ἀκριβεστάτη | ἐγὼ δὲ τριώδιον ταῦτά σοι φέρω :-
 
Παραβολὴν πρώτιστα τοῦ φαρισαίου·
Μεθ’ ἣν ἀσώτου καὶ ψυχῶν μνείαν ὅλων·
Τὴν δευτέραν τὲ τοῦ λόγου παρουσίαν·
Τῆς τυροφάγου τὰς διφυεῖς ἐννάτας·
Μνείαν ἁπάντων τῶν ἐρήμου πατέρων·
Ἕκπτωσιν ἀδὰμ τῆς τρυφῆς τοῦ χωρίου·
Τὸ θαῦμα τοῦ τήρωνος ὀρθοδοξίαν·
Στ(αυ)ροῦ τὲ προσκύνησιν κανόνα μέγαν·
Τὸν ἀκάθιστον καὶ ταφὴν τοῦ λαζάρου·
Ἔγερσιν αὐτοῦ καὶ νίκης τὰ βαΐα·
Πάγκαλλον αὖθις καὶ συκῆς ξηρᾶς τύπον·
Παραβολῆς ὕψωμα παρθένων δέκα·
Δάκρυα πόρνης καὶ πολύτιμον μῦρον·
Τὸν μυστικὸν δεῖπνον τὲ νιπτῆρος βάθος·
Χ(ριστ)οῦ προσευχὴν καὶ προδοσίαν πάλιν·
Τὰ φρικτὰ πάθη τὴν σφαγὴν καὶ τὸ ξύλον·
Τὴν ἀποκαθήλωσιν ἐν τάφω θέσιν
Θρῆνον τ’ ἐπιτάφιον γυναικῶν μῦρα
Χαρᾶς τὸ πάσχα τὴν ἀνάστασιν λέγω·
Τὴν ψηλάφησιν τοῦ θωμᾶ μυροφόρους·
Τὸν (...)ράλυτον πεντηκοστῆς τὴν μέσην·
(...)εῖτιν τυφλὸν ὠμματωμένον·
Χ(ριστο)ῦ τε λῆψιν πρὸς πόλον ἀνωτάτω·
Καὶ πατέ(ρων) ἄθροισμα τῶν ἐν νικαία·
Τὴν πεντηκοστὴν καὶ τοῦ πν(εύ)ματος χύσιν·
Πληθύν τε πάντων των ἁγίων τῶν ἐν βίω:+
Type(s) [6716] Παραβολὴν πρώτιστα τοῦ Φαρισαίου (26 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1376-1400
Manuscript LONDON - British Library - Egerton 3157 [1376-1400]
Place in Manuscript f. 1r-1v
Palaeographical information The two metrical titles and the initials are written in red ink.
Contextual information The epigram precedes the Synaxaria by Nikephoros Kallistos Xanthopoulos and is preceded by two metrical titles.
At the end of the poem there is a miniature depicting a church and two figures worshiping a holy person.
Metre(s) Dodecasyllable
Genre(s) Text-related epigram
Comment The scribe adds on the verses letters that identify the chapters which the text is divided into (from α' to μ').
Image source(s)
Number of verses 26
Related occurrence(s)
Acknowledgements Information on the occurrence courtesy of Georgi Parpulov.

Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/24209
Last modified: 2020-08-10.