Occurrence 26948
(formerly occ/11021)
στίχ(οι) εἰς τὸν ἅγιον ἀπό(στολον) κ(αὶ) εὐαγγ(ελιστὴν) μάρκον: | |
Πέτρου μυηθεὶς τοῖς ἀπορρήτοις λόγοις· | |
Τὴν τοῦ θ(εο)ῦ κένωσιν εἰς βροτῶν φύσιν· | |
Ἐν ἧι τὸ διπλοῦν ὢν θεάν(θρωπ)ος φέρει· | |
Ταύτην καθεξῆς συντίθησι πανσόφως· | |
Ὁ δευτερεύων μάρκος ἐν θεογράφοις· |
Last modified: 2019-09-04.