Occurrence 24541
(formerly occ/8502)

+ἀρσενίου ἐπίγραμμα· εἰς τὸν πρ(ο)φήτ(ην) δα(υί)δ
 
Ὅμηρος, ὃν λέγουσι πηγὴν τῶν λόγων·
Στιχοπλόκον γλυκύν τὲ τῶν ἐγκυκλίων·
Ἐνεῖρεν οὐδὲν ἤπερ ὕθλους ἐφ' ὕθλους·
Τραγωδίας ἑσμόν τε καὶ ῥαψῳδίας·
Ὀρφεὺς δὲ καὐτὸς ὃν τεθαύμακαν μέγα·
Ἕλληνες οὐδὲν ἦσεν ὀργάνων μέλος·
Ὠδῆς δὲ ῥυθμὸν ἔσχε πρὸς τὰ αἰσχίω·
Ὄρχησιν αἰσχρὰν καὶ βέβηλον κομψίαν·
Εἰς τέρψιν ὄντως τῶν βδελυκτῶν δαιμόνων
Σὺ δὲ προφῆτα πατριάρχα θευπάτωρ
Ἄναξ κράτιστε δα(υὶ)δ ἐξειρημένε·
Μαθὼν τὰ θεῖα τῶν ἄνω μυστηρίων
Ψαλτήριον τέτευχας ἐμμέτρων λόγων·
Τῆς τῶν ἑβραίων ἐμπλόκου συμμετρίας
Καὶ τύμπανον πέπηχας ὠδικοῦ μέλους·
Θ(εο)ῦ πρὸς υμνον καὶ βροτῶν σ(ωτη)ρίαν·
Χοροὺς δ' ἐφ εὑρων καὶ μελωδοὺς ἀνέρας
Οὓς εὗρεν οὐδεὶς πατριαρχῶν τῶν πάλαι·
Οὐτ' αὖ προφητῶν. οὐτ' ἀνάκτων ἐς χθόνα
Ἤσας τὸ ἆσμα τὸ ξένον τῶν ἀσμάτων·
Καὶ οὐράνωσας γῆν τὲ ταῖς υμνωδίαις
λοιπόν τε τῆ φόρμιγγι τῆς μελωδίας
Ἠχῶν ἰαίνεις τοὺς νόας τῶν ἐμφρόνων
Καὶ τῶν παθῶν τὰ θράση κωφεύεις ἅμα
Ὅτε τραπεῖσα τοῦ δέοντος ἡ φύσις·
Πρὸς θηριώδεις ἐνσφαλεῖ δυσμορφίας
Ὦ τοῦ κόσμου καύχημα καὶ βροτῶν κλέος:
Ὦ τῶν ἀνάκτων καὶ προφητῶν ἀκρότης.
Ὦ πατριαρχῶν ἐκδεδειγμένη κάρα·
Ὁ νοῦς ὁ θεῖος τῶν ἀποκρύφων λόγων·
Ὁ μυσταγωγὸς τῆς ἄνω θεωρίας·
Ὁ τὰ κρύφια κἄδηλα π(ατ)ρικοῦ λόγου·
Σαφῶς μυηθεὶς καὶ μυήσας τοῖς κάτω
Ὡς ἂν φρονῶσιν οἱ κάτω τὰ τῶν ἄνω
Τοῖς ἀγγέλοις συνωδὰ μέλποντες κάτω·
Type(s) [2013] Ὅμηρος, ὃν λέγουσι πηγὴν τῶν λόγων (35 verses)
Text source DBBE
Text status Text completely known
Date 901-950
Manuscript SINAI - Mone tes Hagias Aikaterines - gr. 21 [901-950]
Place in Manuscript f. 3v
Palaeographical information The initials of each verse are written in ekthesis.
Metre(s) Dodecasyllable
Genre(s) Author-related epigram
Subject(s)
Image source(s) https://www.loc.gov/resource/amedmonastery.00271077269-ms/?sp=7
Bibliography
Number of verses 35
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/24541
Last modified: 2020-11-17.