Occurrence 23450
(formerly occ/7379)
Ἄριστα λίαν καὶ θεόπνευστα πάντα. | |
Τὰ συγγράμματα πα(τη)ρῶν τῶν ὁσίων. | |
Τοῦ δέ γε θείου τὸ παρὸν ἰω(αννοῦ). | |
Πόνημα καὶ μάλιστα διαφερόντ(ος) | |
Ὅτι καλλίστως καὶ εὐκρινῶς ἐν τούτω: | |
Ἐξαποπλέκει πλεκτάνας παθημάτων: | |
Εἴκειν δ᾽ εὐφυῶς. τῶ λόγω ὑφηγεῖται: | |
Σκαιῶν δ’ ἐννοιῶν καὶ σκοτεινῶν πνευμάτων: | |
Ποιεῖ τηλαυγῶς διακρίνειν τὴν πλάνην: | |
Τίς δ’ οὗτος εἱρμὸν ἢ σύνθεσιν ἢ τάξιν. | |
Ἀρετῆς ἐκδέδωκεν ὥσπερ ἐκεῖνος: | |
Ταύτης τευχάνης οἱονεὶ καὶ συθήσας: | |
Ὡσπέρ τινα κλίμακα τούς ἑλομένους | |
Εἰς ὕψος ἀναγούσαν θεολογίας: | |
Θεωρίας τε τῆς ἀκτίστους καὶ θείας | |
Καὶ μακαρίας ζωαρχικῆς τριάδος | |
Ἣν εἰλικρινῶς σέβοιμεν εἰς αἰῶνας:~ |
Last modified: 2019-08-02.