Type 5554
(formerly typ/3610)
| Ἄριστα πάντα καὶ θεόπνευστα λίαν | |
| τὰ συγγράμματα πατέρων τῶν ὁσίων· | |
| τοῦ δέ γε θείου τὸ παρὸν Ἰωάννου | |
| πόνημα καὶ μάλιστα διαφερόντως, | |
| ὅτι καλλίστως καὶ εὐκρινῶς ἐν τούτῳ | |
| ἐξαποπλέκει πλεκτάνας παθημάτων, | |
| εἴκειν δ’ εὐφυῶς τῶ Λόγῳ ὑφηγεῖται, | |
| σκαιῶν δ’ ἐννοιῶν καὶ σκοτεινῶν πνευμάτων | |
| ποιεῖ τηλαυγῶς διακρίνειν τὴν πλάνην. | |
| Τίς δ’ οὕτως εἱρμὸν ἢ σύνθεσιν ἢ τάξιν | |
| ἀρετῆς ἐκδέδωκεν ὥσπερ ἐκεῖνος | |
| ταύτην τευχάνας οἱονεὶ καὶ συστήσας | |
| ὡσπέρ τινὰ κλίμακα τοὺς ἑλομένους | |
| εἰς ὕψος ἀνάγουσαν θεολογίας | |
| θεωρίας τε τῆς ἀκτίστου καὶ θείας | |
| καὶ μακαρίας, ζωαρχικῆς Τριάδος, | |
| ἣν εἰλικρινῶς σέβοιμεν εἰς αἰῶνας; |
Last modified: 2026-03-23.
