| +στίχοι εἰς τὸν μέγαν φωστῆρα (καὶ) διδάσκαλον τ(ῆς) ἐκκλησίας, τὸν χρυσόστομον:- | |
| +ὦ τοῦ λόγου θάλασσα μὴ μετρουμένη· | |
| εἰς ἀχανὲς φθάνουσα τῆς γραφῆς πλάτος· | |
| καὶ νῦν χεθεῖσα μέχρι καὶ ψαλμῶν βάθους, | |
| πληροῦσα πάντα· καὶ μέχρι καὶ πυθμένος | |
| θεωρίας τὲ τοῦς ἀποκρύφους τόπους, | |
| φαίνουσα λευκοὺς ἐν βυθῶ (καὶ) μαργάρους, | |
| τῶ διαφανεῖ τῆς σαφηνείας λόγῳ. | |
| πίνοιμί σου θάλασσα τὸ γλυκὺ χύμα, | |
| κἂν ἐκφλέγης τὸ δίψος, οὐχὶ σβεννύ(ης), | |
| πόθῳ ζέοντι σῶν λογογραφημάτων:+ |
Last modified: 2024-09-16.
