Type 2602
(formerly typ/703)
Ἡ βίβλος ἥδε Γαβριὴλ μονοτρόπου, | |
ἣν καὶ ἀνατίθησι τῇ σεβασμίᾳ | |
μονῇ Μαγγάνων μάρτυρος Γεωργίου | |
εἰς ἄφεσιν μὲν τῶν πρὶν ἡμαρτημένων· | |
τοῦ γοῦν ἀφαιρήσαντος ἐκ ταύτης κρύφα | |
πυξίδα τήνδε ἐκ μονῆς τῶν Μαγγάνων, | |
ἀρᾶς φρικώδεις λήψεται τῶν ἁγίων | |
σὺν ταῖσδε τοῦ μάρτυρος, οὗ μέγα κλέος. |
Last modified: 2022-06-17.