Occurrence 27141
(formerly occ/11219)

Σσῆσιν (?) ἐφετμῆσιν θεοείκελε δέσποτα εἴξας·
ὃς σοφίην παντοίην πάνυ τοι ἀμφαγαπάζων·
ἱστορίην δὲ μάλιστα καὶ βελτιόνων ἀπόδεξιν·
εἰρήνης τ’ ἔργων καὶ ἀδαμήτου πολέμοιο·
πᾶσι τέ ἀμφιπόλοισι περικλυτὰ ἔργα κελεύων
κ’ ἀμοὶ γ’ ἐπιστρεφέως τελέειν τεῦχος τό δ' ἄνωγας·
ἐξεμέθεν γὰρ κέρδιον εἶναι δοάσσαρ χειρῶν·
ἡροδότου τήνδ' ἱστορίην θείαν ἀποδέχθαι·
αὐτὸς ἐγὼν ἤδη τόδ' ἔοργα· καὶ ἐς τέλος ἶκται·
χείρεσιν ἡμετέρησι θ(εο)ῦ τελέοντος ἐπ’ ἀρὰς·
ἔλπομαι δ’ οὖν σ’ ἐν τοῖσδε διαμπερὲς ἀγλαιεῖσθαι·
ὅσσα λόγων τέ δαίφρονας ἔργα τὲ μέρμερα φαίνει·
ἱστορίη σοφίην τε πολύζηλον μερόπεσι
θνητοὶ δὲ γ' ἡμῖν πάντες ἅμα θ(εὸ)ν ἱλάσκονται·
ὥς κεν ἀπείρονας ἡλίου ἐς κύκλους ἱκάνης·
ἀμβολάδην τ’ ἐπίμπλαν τ’ ἐννώσας ἕργα καὶ ῥέξας·
ἀνθρώπησι πέληαι ἀοίδημος ἐσσομένοισι·
ἥτοι ἐγὼν ἐπίηρα τέλεσσά τοι τήνδε πρόφρων·
δέσποτα παμφανόων τε· καὶ ἡμετέρων μελεδωνὲ·
ἦ ἔπεα προσθῆ κατάδ’ ἔμμεν ἐμεῖο μνῆμα·
αὐτὸς δ’ αὖτις μου περικήδοις· εὔνοα δοῦλον·
εὐμενέως διέπων καὶ ἀγάλλων δωτήνοισι:-
Type(s) [6177] Σῇσιν ἐφετμῇσιν, θεοείκελε δέσποτα, εἴξας (22 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 1451-1500
Manuscript NAPLES - Biblioteca Nazionale - gr. III B 4 [1451-1500]
Place in Manuscript f. 433r
Palaeographical information Written in red by the same hand as the main text.
Contextual information Found at the end of the book as part of the colophon.
Metre(s) Dactylic hexameter
Genre(s)
Subject(s) Herodotus of Halikarnassos < Caria < Asia Minor < Turkey (485 BC - 425 BC)
Bibliography
Number of verses 22
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/27141
Last modified: 2020-09-10.