Occurrence 23925
(formerly occ/7876)

-: στίχοι ἡρωικοί :-
 
σῆσιν ἐφετμῆσιν θεοείκελε δέσποτα εἴξας,
ὃς σοφίην παντοίην πάνυτοι ἀμφαγαπάζων
ἱστορίην δὲ μάλιστα· καὶ βελτιόνων ἀπόδεξιν
εἰρήνης τ' ἔργων καὶ ἀδαμήτου πολέμοιο,
πᾶσι τὲ ἀμφιπόλοισι περὶ κλυτὰ ἔργα κελεύων
κἀμοί γ' ἐπιστρεφέως τελέειν τεῦχος τὸ δ' ἄνωγας·
ἐξ ἐμέθεν γὰρ κέρδιον εἶναι δοάσσαρ χειρῶν
ἡροδότου τήνδ' ἱστορίην θείου ἀποδέχθαι,
αὐτὸς ἐγὼν ἥδη τόδ' ἐόργα· καὶ ἐς τέλος ἷκται
χείρεσιν ἡμετέρησι θεοῦ τελέοντος ἐπ' ἀρὰς·
ἔλπομαι δ' οὖν σ' ἐν τοῖσδε διαμπερὲς ἀγλαιεῖσθαι,
ὅσσα, λόγων τὲ δαίφρονας ἔργα τὲ μέρμερα φαίνει
ἱστορίη· σοφίην τε πολυζηλον μερόπεσσι·
θνητοὶ δέ γ' ἡμῖν πάντες ἅμα θεὸν ἱλάσκονται,
ὥς κεν ἀπείρονας ἡλίου ἐς κύκλους ἱκάνης·
ἀμβολάδην τ' ἐπίλαμπτ' ἐννώσας ἔργα καὶ ῥέξας,
ἀνθρώποισι πέληαι ἀοίδιμος ἐσσομένοισι·
ἤτοι ἐγὼν ἐπίηρα τέλεσσά τοι τήνδε πρόφρων
δέσποτα, παμφανόων τε καὶ ἡμετέρων μελεδωνὲ·
ἦ ἔπεα προσθῆ κατάδ' ἔμμεν ἐμεῖο μνῆμα·
αὐτὸς δ' αὖτις μου περικήδοιο· εὔνοα δοῦλον,
εὐμενέως διέπων καὶ ἀγάλλων δωτίνησι:~
Type(s) [6177] Σῇσιν ἐφετμῇσιν, θεοείκελε δέσποτα, εἴξας (22 verses)
Text source DBBE (Autopsy of the manuscript)
Text status Text completely known
Date 1426
Manuscript MILAN - Biblioteca Ambrosiana C 82 sup. [1426]
Place in Manuscript f. 221v
Palaeographical information Initials written in red ink.
Contextual information Written at the end of Herodotus' Historiae.
Metre(s) Dactylic hexameter
Genre(s) Scribe-related epigram
Subject(s) Herodotus of Halikarnassos < Caria < Asia Minor < Turkey (485 BC - 425 BC)
Bibliography
Number of verses 22
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/23925
Last modified: 2021-02-16.