Occurrence 23924
(formerly occ/7875)

Σῆσιν ἐφετμῆσιν θεοείκελε δέσποτα εἴξας,
ὃς σοφίην παντοίην πάνυτοι ἀμφαγαπάζων
ἱστορίην δὲ μάλιστα, καὶ βελτιόνων ἀπόδεξιν
εἰρήνης τ' ἔργων καὶ ἀδαμήτου πολέμοιο,
πᾶσι τὲ ἀμφιπόλοισι περὶ κλυτὰ ἔργα κελεύων
κἀμοί γ' ἐπιστρεφέως τελεειν (?) τεῦχος τό δ' ἄνωγας·
ἐξ ἐμέθεν γὰρ κέρδιον εἶναι δοάσσαρ χειρῶν
Ἡροδότου τήνδ' ἱστορίην θείου ἀποδέχθαι,
αὐτὸς ἐγὼν ἤδη τόδ' ἐόργα· καὶ ἐς τέλος ἷκται
χείρεσιν ἡμετέρησι, θεοῦ τελέοντος ἐπ' ἀρὰς·
ἔλπομαι δ' οὖν σ' ἐν τοῖσδε διαμπερὲς ἀγλαϊεῖσθαι,
ὅσσα, λόγων τὲ δαίφρονας ἔργα τὲ μέρμερα φαίνει
ἱστορίη· σοφίην τε πολύζηλον μερόπεσι·
θνητοὶ δέ γ' ἡμῖν πάντες ἅμα θ(εὸ)ν ἱλάσκονται,
ὥς κεν ἀπείρονας ἡλίου ἐς κύκλους ἱκάνης·
ἀμβολάδην τ' ἐπίλαμπτ' ἐννώσας ἔργα κ(αὶ) ῥέξας,
ἀνθρώποισι πέληαι ἀοίδιμος ἐσσομένοισι·
ἤτοι ἐγὼν ἐπίηρα τέλεσσά τοι τήνδε πρόφρων
δέσποτα, παμφανόων τε καὶ ἡμετέρων μελεδωνέ·
ἦ ἔπεα προσθῆ κατάδ' ἔμμεν ἐμεῖο μνῆμα·
αὐτὸς δ' αὖτις μου περικήδοιο· εὔνοα δοῦλον,
εὐμενέως διέπων καὶ ἀγάλλων δωτίνησι:-
Type(s) [6177] Σῇσιν ἐφετμῇσιν, θεοείκελε δέσποτα, εἴξας (22 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 1447
Manuscript PARIS - Bibliothèque Nationale de France (BNF) - gr. 1635 [1447]
Place in Manuscript f. 238r
Contextual information The poem follows Herodotus' work.
Metre(s) Dactylic hexameter
Genre(s) Scribe-related epigram
Subject(s) Herodotus of Halikarnassos < Caria < Asia Minor < Turkey (485 BC - 425 BC)
Image source(s) https://gallica.bnf.fr/ark:/12148/btv1b10721864v/f244.item
Bibliography
Number of verses 22
Related occurrence(s)
Acknowledgements
Creator(s)
Transcriber(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/23924
Last modified: 2021-02-14.