Type 6177
(formerly typ/4163)
| Σῇσιν ἐφετμῇσιν, θεοείκελε δέσποτα, εἴξας, | |
| ὃς σοφίην παντοίην πάνυτοι ἀμφαγαπάζων, | |
| ἱστορίην δὲ μάλιστα καὶ βελτιόνων ἀπόδεξιν | |
| εἰρήνης τ' ἔργων καὶ ἀδαμήτου πολέμοιο | |
| πᾶσί τε ἀμφιπόλοισι περικλυτὰ ἔργα κελεύων, | |
| κἀμοί γ' ἐπιστρεφέως τελέειν τεῦχος τόδ' ἄνωγας, | |
| ἐξ ἐμέθεν γὰρ κέρδιον εἶναι δοάσσατο χειρῶν | |
| Ἡροδότου τήνδ' ἱστορίην θείου ἀποδέχθαι, | |
| αὐτὸς ἐγὼν ἤδη τόδ' ἔοργα καὶ ἐς τέλος ἷκται | |
| χείρεσιν ἡμετέρῃσι, Θεοῦ τελέοντος ἐπ' ἀρὰς. | |
| Ἔλπομαι δ' οὖν σ' ἐν τοῖσδε διαμπερὲς ἀγλαϊεῖσθαι, | |
| ὅσσα λόγων τε δαΐφρονας ἔργα τε μέρμερα φαίνει | |
| ἱστορίη σοφίην τε πολύζηλον μερόπεσι. | |
| Θνητοὶ δέ γ' ἡμῖν πάντες ἅμα Θεὸν ἱλάσκονται, | |
| ὥς κεν ἀπείρονας ἡλίου ἐς κύκλους ἱκάνῃς | |
| ἀμβολάδην τ' ἐπίλαμπτ' ἐννώσας ἔργα καὶ ῥέξας, | |
| ἀνθρώποισι πέληαι ἀοίδιμος ἐσσομένοισι. | |
| Ἤτοι ἐγὼν ἐπίηρα τέλεσσά τοι τήνδε πρόφρων, | |
| δέσποτα παμφανόων τε καὶ ἡμετέρων μελεδωνέ, | |
| ᾗ ἔπεα προσθῇ κατὰ δ' ἔμμεν ἐμεῖο μνῆμα· | |
| αὐτὸς δ' αὖτις μου περικήδοιο εὔνοα δοῦλον | |
| εὐμενέως διέπων καὶ ἀγάλλων δωτίνῃσι. |
| Text source | DBBE |
| Text status | Text completely known |
| Editorial status | Not a critical text |
| Genre(s) | |
| Metre(s) | Dactylic hexameter |
| Subject(s) | Herodotus of Halikarnassos < Caria < Asia Minor < Turkey (485 BC - 425 BC) |
| Tag(s) | |
| Comment | Edition in preparation by Julián Bértola. |
| Bibliography | |
| Number of verses | 22 |
| Occurrence(s) |
|
| Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
| Identification | Vassis ICB 2005, 671: "In Herodotum" |
| Permalink | https://www.dbbe.ugent.be/types/6177 |
Last modified: 2019-12-04.
