Occurrence 26652
(formerly occ/10724)
ἀρχὴν ἁπάν|των καὶ τέλος ποι|οῦ θ(εὸ)ν· | | |
βίου τὸ κέρδος ἐκβιοῦν | καθ’ ἡμέραν· | | |
γί(...)σκε (...)γεσθ∙ εἰς | ὑστερον· | | |
δεινὸν πένεσθαι χεῖρον δ' εὐπορεῖν κακῶς· | | |
εὐεργετῶν νόμιζε μιμεῖσθαι θ(εὸ)ν· | | |
ζήτει θεοῦ σοι χρηστότητα χρηστὸς ὤν· | | |
ἡ σάρξ κρατείσθω καὶ δαμαζέσθω πέδαις· | | |
θυμὸν χαλίνου μὴ φρενῶν ἔξω πέσης· | | |
ἰστη μὲν ὀμμα γλῶσσα δὲ στάθμην ἔχοι· | | |
κλεὶς ὠσὶ κείσθω μηδὲ πορνεύοι γελως· | | |
λύχνος βίου σοι παντος ἡγείσθω λογος· | | |
μή σοι τὸ εἶναι τῶ δοκεῖν ὑπεκρέοι· | | |
νόει τὰ παντα πράσσε δ' ἃ πρασσειν θέμις· | | |
ξενον σεαυτὸν ἴσθι και τίμα ξένους· | | |
ὅτ' εὐπλοεῖς μάλιστα μεμνη(...) ζάλης· | | |
πάντ' εὐχαρίστως τακ' θ(εο)ῦ δέχεσθαι χρή· | | |
ῥαβδος δικαιου κρεῖσσον ἤ τιμὴ κακοῦ· | | |
σοφων θυρας ἔκτριβε πλουσίων δὲ μή· | | |
τὸ μικρὸν οὐ μικρὸν ὅταν (...) μεγ' ἐκφέρει· | | |
ὕβρις μικρῶν κρατοῦντα φυσᾶσθαι μέγα· | | |
φύλασσε σαυτὸν | πτῶμα δ' ἄλλου μὴ | γέλα | |
χαρις φθονεί|σθαι τὸ φθονεῖν δ' αἴσχος | μέγα· | |
ψ(...) | μᾶλλον ἢ πᾶν τῶ θ(ε)ῶ· | | |
ὢ τις φυ(...)ει ταυ|τα κ(αὶ) σωθησεται· |
Last modified: 2021-09-13.