Occurrence 26653
(formerly occ/10725)

+ ἀρχὴν νό|μ(...) εἶναι θ(εό)ν· |
βέβαιον οὐδὲν ἐν β(...) |
γονεῖς τιμῶν μάλιστα τὸν θ(εὸ)ν (...) |
δίδασκε σαυτον μη λαλεῖν ἁ μὴ θέμις· |
ἔργοις δ’ ἀρέσκειν σπεῦδε κ(αὶ) λόγοις θ(ε)ω· |
ζωὴν πόθησον τὴν ἔχουσαν μὴ τέλος· |
ἡττῶν σεαυτὸν τοῖς φίλοις νικῶν ἔση· |
θνητὸς δ’ (...)πάρχων μὴδ' ὅλως μέγα φρόνει· |
ἰχνηλάτει μὲν τῶν σοφῶν ἀεὶ θύρας· |
καὶ νοῦν δὲ καλλώπιζε τῆς μορφῆς πλέον· |
λόγω θ(εο)ῦ ἀνοιγε σὸν τέκνον στόμα· |
μνήμης δὲ αὐτοῦ μηδαμῶ(ς) λάθη ποτέ· |
νηφων προσευχου τῶ θ(ε)ῶ καθ’ ἡμέραν· |
ξένους ξένιζε μὴ ξένος γένη θ(εο)ῦ· |
ὁρμὰς χαλίνου τῶν παθῶν ψυχοφθόρους· |
πέδαις το σῶμα ἀσφαλίζου σωφρόνως· |
ῥάβδον σεαυτῶ την συνείδησιν φέρε· |
σοφῶς σχόλαζε ἐν γραφαῖς ταις ενθέοις· |
τὰς τῶν πενήτων ψυχαγώγησον λύπας· |
ὑπὲρ σεαυτὸν τους πέλας κα|λῶς θέλε·
φιλους ἐ|χειν σπούδαζε ἠ πλοῦτον | πολύν·
χρυσοῦ γὰρ αὐτοὶ | εὐκλεέστεροι λίαν·
ψεῦδος | μίσησον την δ’ ἀλήθ(...) |
(...)ων ταυ|τα σωζη· | ἐνθ(...)|ως· ∙:∙
Type(s) [7212] Ἀρχὴν νόμιζε τῶν ὅλων εἶναι Θεόν (24 verses)
Text source DBBE
Text status Text completely known
Date 941
Manuscript PATMOS - Mone tou Hagiou Ioannou tou Theologou 33 [941]
Place in Manuscript f. 3r
Palaeographical information Written in konstantinopolitanische Auszeichnungsmajuskel.
Some faded passages were rewritten by a later hand.
Contextual information The epigram is written inside a richly illuminated oval frame with ten little apses, decorated with many palmettes. In the upper corners two birds are depicted, in the lower corners two griffins.
Metre(s) Dodecasyllable
Genre(s) Reader-related epigram
Image source(s) Rhoby (2018: 786)
Bibliography
Number of verses 24
Acknowledgements
Transcriber(s)
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Permalink https://www.dbbe.ugent.be/occurrences/26653
Last modified: 2021-09-13.