Occurrence 25587
(formerly occ/9616)
+ τοῦ αὐτοῦ· γενεαλογίαι παρὰ λουκᾶ, διὰ στίχ(ων) ἡρωϊκ(ῶν):- | |
Ἔμπαλιν μὲν γενεὴν λουκᾶς μέγ(ας) ἤγαγε μύθω· | |
εἰς ἀδὰμ ἐκ χριστοῖο ἐμοί δ’ ἀδὰμ ἦλθ’ ἐπὶ χ(ριστό)ν· | |
χειρὶ θ(εο)ῦ πρώτιστο(ς) ἀδὰμ γένετ’ ἐκ δ’ ἀδάμοιο, | |
σὴθ πέλε· τοῦ δ’ ἄρ’ ἐνώς· τοῦ, τέτρατο(ς) ἧε καϊνάν· | |
τοῦ, δ’ ἦν μαλελεήλ· τοῦ δ’ ἰάρεδ· ὃς τέκε παῖδα· | |
κεῖνον ἐνὼχ. ὃς ζωὸς ἐς οὐ(ρα)νὸν ἦλθεν ἀερθείς. | |
τοῦδε μαθουσάλα ἔσκεν· ὃς υἱέα γείνατο λάμεχ. | |
αὐτὰρ ὃ, νῶε πατὴρ. σὴμ. νώεος υἱὸς ἐκείνου | |
ἐκ τοῦ δ’ ἀρφαξάδ· καϊνάν· σαλά· τοῦ δ’ ἐνέπουσιν | |
υἱὸν ἕβερ· ἕβερος (δὲ) φάλεκ πάϊς· ἐκ δ’ ἄρα φάλεκ, | |
ἔσκε ῥαγαῦ· κεῖνος δὲ σεροὺγ τέκ(εν)· ὃς τέκεν ἀχώρ· | |
ἁβραὰμ αὖτ’ ἐπὶ τοῖσδε πάϊς θάραν ἀχορίδαο· | |
ἀβραμίδης δ’ ἰσαὰκ, ἰακὼβ τέκεν· ὃς (δὲ) ἰούδαν· | |
αὐτὰρ ὃ ἐκ θαμάρης φαρὲς τέκεν· αὐτὰρ ὃ Ἐσρώμ. | |
ἐσρὼμ τὸν ἀράμ· ὃς τὸν ἀμιναδάβ· ὃς (δὲ), ναασσών· || | |
νασσὼν δ’ αὖ σαλμώ·. σαλμὼν βοὸζ· ἐκ βοὸζ, ὠβήδ | |
ὠβὴδ, Ἰεσσαί· τοῦ δ’ ἐκ μέγ(ας) ἔπλετο δαυΐδ· | |
δαυίδης δὲ, νάθαν· ὃς ματθὰν υἱὸν ἔτικτεν· | |
ὃς μεννὰν· μεννὰν, μελέαν τέκε· τοῦ δ’ ἐλιακείμ· | |
ὃς τὸν ἰωαννάν· ὃς τὸν ἰωσὴφ· ὃς τὸν ἰούδαν· | |
γείνατο· τοῦ συμεὼν· τοῦ, λευί· τοῦ, ἄπο ματθάτ· | |
τοῦδ' ἰωρήμ· τοῦ δ’ ἐλιέζερ· τοῦ δὲ, ἰωσήφ· | |
τοῦ, δήρ· τοῦ δ’ ἐλμώδ· τοῦ δ’ αὖ πάϊς ἔπλετο κωσάμ· | |
κωσὰμ ἔην ἐδδεί· τοῦ, μελχεί· τοῦ δ’ ἄπο νηρεί· | |
τοῦ δ’ ἄπο σαλαθιήλ· ζοροβάβελ· ῥησὰ, ἰωνάν· | |
ἰούδ(ας), ὠσὼκ· σεμέειν τὲ αὖ, ματθίας τε· | |
(καὶ) μαὰθ ναγγαί· (καὶ) ἐσλείμ· τοῦ δ’ ἄπο ναούμ· | |
ἀμὼς· ματταθίας (καὶ) ἰωσὴφ· ἠδὲ, ἰανναί· | |
μελχεὶ· (καὶ) λευὶ· (καὶ) ματθὰτ· ἠλί· ἰωσήφ· | |
λουκᾶς μ(ὲν) οὕτω· πῶς δὲ ματθαῖος μέγ(ας)· | |
ἐξ ἀβραὰμ μ(ὲν) μέχρι δαυῒδ ὡς ἔφην. || | |
ἔνθεν δὲ λουκᾶ τὴν ἰατρικὴν παρεὶς. | |
σπορὰν τίθησι τοῦ γένους ἀνακτόρων· | |
εἰσὶ δ’ ὅσοι τε καὶ τίνες, λελέξεται. | |
Δαυίδης, σολομῶν· ῥοβοὰμ· ἀβίας τε· ἀσά τε· | |
τοῦ δ’ ἰωσαφὰτ ἔσκεν· ὁ δ’ ἕβδομο(ς) ἧεν ἰωράμ· | |
ὀζίας ἠδ’ ἰωάθαμ· ἤδ’ ἀχὰς· ἐζεκίας τε· | |
(καὶ) μανασσῆ· (καὶ) ἀμῶς· ἰωσίας· αὐτὰρ ἔπειτα | |
ἰεχονίας· ἁλωτὸν ὃν ἤγαγον εἰς βαβυλῶνα· | |
σαλαθιὴλ ζοροβάβελ· ἀβιούδ· ἠδ’ ἐλιακίμ· | |
ἀζὼρ· τοῦ δὲ σαδώκ· τοῦ δ’ ἀχίν· τοῦ δ’ Ἐλιούδ· | |
τοῦδ’ ἐλεάζαρ ἔην· τοῦ ματθὰν· τοῦ δὲ, ἰακώβ· | |
ὕστατο(ς) ὃς δοκέεσκε πατὴρ χριστοῖο, ἰωσήφ:- |
Type(s) | [6817] Ἔμπαλι μὲν γενεὴν Λουκᾶς μέγας ἤγαγε μύθῳ (43 verses) |
Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
Text status | Text completely known |
Date | 14th c. |
Manuscript | ANN ARBOR - University of Michigan Library 24 [1291-1325] |
Place in Manuscript | f. 59r-60r |
Contextual information | The epigram, along with other poems, precedes the Gospel of Luke. |
Metre(s) | Dactylic hexameter |
Genre(s) | Text-related epigram |
Subject(s) | |
Comment | Each line of the epigram is preceded by a paraphrase in prose, written in red ink. These verses are transmitted within Gregory of Nazianzus' poem I,1,18 (vv. 60-102) but in this manuscript they are presented as an independent poem. |
Image source(s) | http://www.csntm.org/Manuscript/View/GA_536 |
Bibliography | |
Number of verses | 43 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/25587 |
Last modified: 2021-03-09.