Occurrence 25884
(formerly occ/9921)
+ τοῦ αὐτῶν, στίχ(οι) δι' ἰάμβων: παραβολαὶ π(αρὰ) λουκᾶν: + | |
Παροιμιῶν δὲ λουκᾶς ἐμνήσθη τόσων· | |
Τοῦ θέντος ἕδραν ἀσφαλῆ πέτρης ὕπερ· | |
(καὶ) τοῦ παθόντος εὖ πλέον (καὶ) τὸ πλέον· | |
στέργοντο(ς)· εἶτα τοῦ σπόρου εἰς τέσσαρας | |
φύσεις πεσόντο(ς) γῆς· ἔπειθ’ ὁδοιπόρου· | |
λησταῖς πληγέντο(ς)· εἷτ’ ἀωρὶ πρὸς θύρας | |
ἐλθὼν τίς αἰτεῖ, κοὐ πονηρὰ λαμβάνει· | |
ἀκάθαρτον εἷτα πνεῦμα εἰσοικίζεται, | |
ἑπτὰ σὺν ἄλλοις· (καὶ) μάτην τίς ἐλπίσι | |
καρπῶν, γέγηθεν. ἀγνοῶν οἷ στήσεται. | |
ἐκ τῶν γάμων δ’ ἥκοντι γρηγορητέον· | |
χ(ριστ)ῶ καλῶς τε τῇ θεραπείᾳ χρηστέον· | |
συκῆν τ’ ἄκαρπον ταῖς κόπροις ἐπωφελεῖν· | |
νάπυ· ζύμη τε· (καὶ) πένητες ἐν γάμῳ· | |
χαρά τε δραχμῆς εὑρέσει, (καὶ) θρέμματο(ς) | |
πατήρ τε παίδων τῷ πεσόντι συμπαθής· | |
εἶτ’ οἰκονόμος τί τῶν χρεῶν χαρίζεται, | |
κλέπτων προμηθῶς· λάζαρος (καὶ) πλούσιος· | |
ἐκεῖθε χήρας ἀξίωσις εὔτονος· | |
εἶτ’ αὖ τελώνης (καὶ) φαρισαίου τύφος· | |
(καὶ) μνῶν μερισμὸς ἰσάριθμος τοῖς δέκα· |
Type(s) | [6913] Παροιμιῶν δὲ Λουκᾶς ἐμνήσθη τόσων (22 verses) |
Text source | DBBE (Inspection of a reproduction of the manuscript) |
Text status | Text completely known |
Date | 14th c. |
Manuscript | ANN ARBOR - University of Michigan Library 24 [1291-1325] |
Place in Manuscript | f. 60r-60v |
Palaeographical information | Each line of the poem is preceded by a paraphrase in prose, written in red ink. |
Contextual information | The epigram, along with other poems, precedes the Gospel of Luke. |
Metre(s) | Dodecasyllable |
Genre(s) | Text-related epigram |
Subject(s) | Luke (evangelist, saint) (1st c.) |
Comment | The last line of the type is missing. |
Image source(s) | http://www.csntm.org/Manuscript/View/GA_536 |
Bibliography | |
Number of verses | 21 |
Acknowledgements |
Creator(s)
Transcriber(s)
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Permalink | https://www.dbbe.ugent.be/occurrences/25884 |
Last modified: 2021-03-09.