Type 6817
(formerly typ/4712)
Ἔμπαλι μὲν γενεὴν Λουκᾶς μέγας ἤγαγε μύθῳ | |
Εἰς Ἀδὰμ ἐκ Χριστοῖο. Ἐμοὶ δ’ Ἀδὰμ ἦλθ’ ἐπὶ Χριστόν. | |
Χειρὶ Θεοῦ πρώτιστος Ἀδὰμ γένετ’. Ἐκ δ’ Ἀδάμοιο | |
Σὴθ πέλε. Τοῦ δ’ ἄρ’ Ἐνώς. Τοῦ, τέτρατος ἦε Καϊνάν. | |
Τοῦ δ’ ἦν Μαλελεήλ. Τοῦ δ’ Ἰαρὲδ, ὃς τέκε παῖδα | |
Κεῖνον Ἐνὼχ, ὃς ζωὸς ἐς οὐρανὸν ἦλθεν ἀερθείς. | |
Τοῦδε, Μαθουσάλα ἔσκεν, ὃς υἱέα γείνατο Λάμεχ. | |
Αὐτὰρ ὃ, Νῶε πατήρ. Σὴμ, Νώεος υἱὸς ἐκείνου. | |
Ἐκ τοῦ δ’ Ἀρφαξὰδ, Καϊνὰν, Σαλά· τοῦ δ’ ἐνέπουσιν | |
Υἱὸν Ἕβερ. Ἕβερος δὲ Φάλεκ πάϊς. Ἐκ δ’ ἄρα Φαλὲκ, | |
Ἔσκε Ῥαγάβ. Κεῖνος δὲ Σεροὺχ τέκεν, ὃς τέκε Ναχώρ. | |
Ἀβραὰμ αὖτ’ ἐπὶ τοῖσδε, πάϊς Θάρα Ναχορίδαο. | |
Ἀβραμίδης δ’ Ἰσαὰκ Ἰακὼβ τέκεν, ὃς δ’ ἄρ’ Ἰούδαν. | |
Αὐτὰρ ὃ ἐκ Θαμάρης Φαρὲς τέκεν. Αὐτὰρ ὃ, Ἐσρώμ. | |
Ἐσρὼμ, τὸν Ἀρὰμ, ὃς τὸν Ἀμιναδάμ. Ὃς δὲ Ναασσών. | |
Νασσὼν δ’ αὖ, Σαλμών. Σαλμὼν, Βοόζ. Ἐκ Βοὸζ, Ὠβήδ. | |
Ὠβὴδ δ’ Ἰεσσαί· τοῦ δ’ ἐκ μέγας ἔπλετο Δαυΐδ. | |
Δαυίδης δὲ, Νάθαν, ὃς Ματθὰν υἱὸν ἔτικτεν, | |
Ὃς Μαϊνάν. Μαϊνὰν, Μελεὰν τέκε. Ὃς δ’ Ἐλιακείμ. | |
Ὃς τὸν Ἰωάναν. Ὃς τὸν Ἰωσήφ. Ὃς, τὸν Ἰούδαν | |
Γείνατο. Τοῦ, Συμεών. Τοῦ, Λευί. Τοῦ ἄπο, Ματθάν. | |
Τοῦδε, Ἰωρείμ. Τοῦ δ’ Ἐλιέζερ. Τοῦδε, Ἰωσάφ. | |
Τοῦ δ’ Ἤρ. Τοῦ δ’ Ἐλμώδ. Τοῦ δ’ αὖ πάϊς ἔπλετο Κωσάμ. | |
Κωσὰμ, ἔην Ἀδδί. Τοῦ, Μελχί. Τοῦ δ’ ἄπο, Νηρί. | |
Τοῦ δ’ ἄπο, Σαλαθιὴλ, Ζοροβάβελ, Ῥησὰ, Ἰωνὰν, | |
Ἰούδας, Ὠσώκ, Σεμεεί τ’ αὖ, Ματθίας τε, | |
Καὶ Μαὰθ, Ναγγαὶ, καὶ Ἐσλείμ· τοῦ δ’ ἄπο Ναοὺμ, | |
Ἀμὼς, Ματθαθίας, καὶ Ἰωσὴφ, ἠδὲ Ἰανναί· | |
Μελχὶ, καὶ Λευὶ, καὶ Ματθὰν, Ἡλεὶ, Ἰωσήφ. | |
Λουκᾶς μὲν οὕτω. Πῶς δὲ Ματθαῖος μέγας; | |
Ἐξ Ἀβραὰμ μὲν μέχρι Δαυῒδ, ὡς ἔφην. | |
Ἔνθεν δὲ Λουκᾶ τὴν ἱερατικὴν παρεὶς | |
Σπορὰν, τίθησι τοῦ γένους ἀνακτόρων. | |
Εἰσὶν δ’ ὅσοι τε καὶ τίνες, λελέξεται. | |
Δαυίδης, Σολομὼν, Ῥοβοὰμ, Ἀβίας τε, Ἀσά τε. | |
Τοῦ δ’ Ἰωσαφὰτ ἔσκεν. Ὁ δ’ ἕβδομος ἦεν Ἰωράμ. | |
Ὀζίας, ἠδ’ Ἰωάθαμ, ἠδ’ Ἄχαζ, Ἐζεκίας τε, | |
Καὶ Μανασῆ, καὶ Ἀμὼς, Ἰωσίας. Αὐτὰρ ἔπειτα | |
Ἰεχονίας, ἁλωτὸν ὃν ἤγαγον ἐς Βαβυλῶνα· | |
Σαλαθιὴλ, Ζοροβάβελ, Ἀβιοὺδ, ἠδ’ Ἐλιακεὶμ, | |
Ἀζώρ. Τοῦδε, Σαδώκ. Τοῦ δ’ Ἀχίν. Τοῦ δ’ Ἐλιούδα. | |
Τοῦδ’ Ἐλιέζερ ἔην. Τοῦ, Ματθάν. Τοῦ δὲ Ἰακώβ. | |
Ὕστατος, ὃς δοκέεσκε πατὴρ Χριστοῖο, Ἰωσήφ. |
Editorial status | Not a critical text |
Genre(s) | Text-related epigram |
Person(s) | |
Metre(s) | Dactylic hexameter |
Subject(s) | |
Tag(s) | |
Comment | The poem is partly written in iambic trimetres. It is transmitted within Gregory of Nazianzus' poetic corpus, as carm. I,1,18, vv. 60-102. However, in the ms. Ann Arbor, University of Michigan, 24, ff. 59r-60r it functions as a book epigram. |
Bibliography |
Bibliography category to be determined J. Migne, 1862, Patrologiae cursus completus. Series graeca (vol. 37), Paris: 485-487 |
Number of verses | 43 |
Occurrence(s) |
[25587] Ἔμπαλιν μὲν γενεὴν λουκᾶς μέγ(ας) ἤγαγε μύθω
[14th c.]
ANN ARBOR - University of Michigan Library 24 [1291-1325] (f. 59r-60r) (43 verses) |
Acknowledgements |
Contributor(s)
The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete. |
Identification | |
Permalink | https://www.dbbe.ugent.be/types/6817 |
Last modified: 2019-09-04.