Occurrence 25564
(formerly occ/9592)

+ τοῦ ἐν ἁγί(οις) π(ατ)ρ(ὸ)ς ἡμ(ῶν) γρη(γορίου) τοῦ θεολόγου· |+ χ(ριστο)ῦ θαύματα κατ(ὰ) μάρκον, διὰ στίχ(ων) ἡρωϊκ(ῶν):·​
 
Μάρκος δ’ αὐσονίοισι θ(εο)ῦ τάδε θαύματ’ ἔγραψε·
πέτρω θαρσαλέος χ(ριστο)ῦ μεγάλῳ θεράποντι·
δαίμων. (καὶ) πυρετὸ(ς)· (καὶ) λέπρη. (καὶ) παράλυσις.
εἶξε λόγῳ χ(ριστο)ῦ. μετέπειτα δὲ χεὶρ ἐτανύσθη
ξηρὴ· (καὶ) ἀνέμων λῆξε μένος. ἠδὲ θαλάσσης·
(καὶ) λεγεὼν ὑπόειξε· (καὶ) αἱματόεσσαν ἔπαυσε
πηγήν· καὶ θυγατρὶ ζωὴν πόρ’ ἰαίροιο·
πέντε δ’ ἄρ’ ἐξ ἄρτων πολλοὶ τράφεν· ἔνθ(εν) ἔδησε
πόντον ἐπὶ στείβων· μετέπειτα δὲ πνεῦμ’ ἐδίωξε
φοινίσσης· τυρίοισι τέρας (καὶ) σιδονίοισι δεῖξε (?)
κωφόν τ’ οὐ λαλέοντα· θρέψε πάλιν ἕπτ’ ἀκόλοισιν
ἀνδρῶν χιλιάδ(ας): (καὶ) τυφλὸς εἶδε φάος· εἷτα·
(καὶ) μορφῆς ἀπέλαμψε σέλας· (καὶ) δεσμὸν ἔλυσε
γλώσσης, πνεῦμ’ ἐλάσας· βαρτιμαῖός τε, φάοσδε
τυφλὸς ἐξ ἱεριχοῦντο(ς) ἐσέδρακεν· ὡς (δὲ) ἄκαρπον ||
ηὗρε συκῆν χατέων, νεκρὰν ἔθηκε λόγῳ·
τυφλοὺς δ’ αὖ χωλούς τε ἰήσατο ἐγγύθι νηοῦ:·​
Type(s) [6813] Μάρκος δ’ Αὐσονίοισι Θεοῦ τάδε θαύματ’ ἔγραψε (17 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript ANN ARBOR - University of Michigan Library 24 [1291-1325]
Place in Manuscript f. 38r-38v
Contextual information The epigram, along with other poems, precedes the Gospel of Mark.
Metre(s) Dactylic hexameter
Genre(s) Text-related epigram
Subject(s) Mark (evangelist, saint) (1st c.)
Comment Each line of the poem is preceded by a paraphrase in prose, written in red ink.
Image source(s) http://www.csntm.org/Manuscript/View/GA_536
Bibliography
Number of verses 17
Related occurrence(s)
Acknowledgements
  • Information on the occurrence courtesy of Georgi Parpulov.
  • Inspection of the manuscript image was possible by courtesy of the 'Center for the Study of New Testament Manuscripts'.


Creator(s)
Transcriber(s)
Contributor(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/25564
Last modified: 2021-03-09.