Occurrence 25556
(formerly occ/9586)

παρα|βο|λαἰ:
 
Εἰ δ’ ἄγε (καὶ) σκοτίων αἰνίγματα δέρκεο μύθων·
οἷκον ἐπὶ ψάμμου κείμενον ἀδρανέος· ||
καὶ σπόρον ὡς ἐπὶ γαῖαν ὁμοίϊος ἧλθεν ἄνισος·
(καὶ) σπόρον ᾧ ῥα καλῷ, σπέρματα ἐχθρὰ μίγη·
(καὶ) δένδρον ὀλίγον νάπυος σπόρ(ον)· εἶτ’ ἐν ἀλεύρῳ
ζύμην κρυπτομένην· ὤνιον ἀγρὸν ἔτι·
θησαυροῖο χάριν (καὶ) μαργαρίτην πολύτιμον·
ἔμπορος ὃν πάντων, ἐπρίατο κτεάνων·
(καὶ) νεπόδων ἕλκουσαν ἅπαν γένος ἐξ ἁλὸς ἄρκυν·
αἰρόμενον τ’ ὤμοις πλαζόμενον πρόβατον·
(καὶ) πικρῷ θεράποντι χρέους πέρι, πικρ(ὸν) ἄνακτα·
(καὶ) πρώτοις πυμάτους μισθὸν ἔχοντας ἶσον·
πεμπομενους θ’ υἱῆας ἐς ἄμπελον οὐδ(ὲν) ὁμοίους·
καὶ τοὺς, κληρονόμον ὠσαμένους θανάτῳ·
(καὶ) σχεδίους νυμφῶνι φίλην πλήσαντας ἑορτ(ήν)·
ἔνθεν ἀκοιμήτους ἐν δαΐδεσσι κόρας·
(καὶ) κύριον δούλοισι, νέμοντ’ οὐκ ἷσα τάλαντα·
ἔμπαλιν αὗ προβάτοις ἱσταμένους ἐρίφους: +
Type(s) [6812] Εἰ δ’ ἄγε, καὶ σκοτίων αἰνίγματα δέρκεο μύθων (18 verses)
Text source DBBE (Inspection of a reproduction of the manuscript)
Text status Text completely known
Date 14th c.
Manuscript ANN ARBOR - University of Michigan Library 24 [1291-1325]
Place in Manuscript f. 5v-6r
Contextual information The epigram, along with other poems, precedes the Gospel of Matthew.
Metre(s) Elegiacs
Genre(s) Text-related epigram
Subject(s) Matthew (evangelist, saint) (1st c.)
Comment Each line of the poem is preceded by a paraphrasis in prose, written in red ink.
Image source(s) http://www.csntm.org/Manuscript/View/GA_536
Bibliography
Number of verses 18
Acknowledgements
  • Information on the occurrence courtesy of Georgi Parpulov.
  • Inspection of the manuscript image was possible by courtesy of the 'Center for the Study of New Testament Manuscripts'.


Creator(s)
Transcriber(s)
Contributor(s)
Permalink https://www.dbbe.ugent.be/occurrences/25556
Last modified: 2021-03-09.