Type 6812
(formerly typ/4707)

Εἰ δ’ ἄγε, καὶ σκοτίων αἰνίγματα δέρκεο μύθων·
Οἶκον ἐπὶ ψάμμου κείμενον ἀδρανέος,
Καὶ σπόρον, ὡς ἐπὶ γαῖαν ὁμοίϊος, ἦλθεν ἄνισος·
Καὶ σπόρον, ᾧ καλῷ σπέρματα ἐχθρὰ μίγη·
Καὶ δένδρον, ὀλίγον νάπυος σπόρον· εἶτ’ ἐν ἀλεύρῳ
Ζύμην κρυπτομένην· ὤνιον ἀγρὸν ἔτι
Θησαυροῖο χάριν· καὶ μαργαρίτην πολύτιμον,
Ἔμπορος ὃν πάντων ἐπρίατο κτεάνων·
Καὶ νεπόδων ἕλκουσαν ἅπαν γένος ἐξ ἁλὸς ἄρκυν·
Αἰρόμενόν τ’ ὤμοις πλαζόμενον πρόβατον·
Καὶ πικρῷ θεράποντι χρέους πέρι, πικρὸν ἄνακτα
Καὶ πρώτοις πυμάτους μισθὸν ἔχοντας ἴσον·
Πεμπομένους θ’ υἱῆας ἐς ἄμπελον οὐδὲν ὁμοίους,
Καὶ τοὺς κληρονόμον ὠσαμένους θανάτῳ·
Καὶ σχεδίους νυμφῶνι φίλην πλήσαντας ἑορτήν·
Ἔνθεν ἀκοιμήτους ἐν δαΐδεσσι κόρας
Καὶ κύριον δούλοισι νέμοντ’ οὐκ ἶσα τάλαντα·
Ἔμπαλιν αὖ προβάτοις ἱσταμένους ἐρίφους.
Title(s) Τοῦ αὐτοῦ παραβολαὶ καὶ αἰνίγματα
Editorial status Not a critical text
Genre(s) Text-related epigram
Person(s)
Poet
Gregorios of Nazianzos < Cappadocia (329 - 25/01/390) - PBW: Gregorios/128/
Metre(s) Elegiacs
Subject(s) Matthew (evangelist, saint) (1st c.)
Tag(s)
Bibliography
Number of verses 18
Occurrence(s) [25556] Εἰ δ’ ἄγε (καὶ) σκοτίων αἰνίγματα δέρκεο μύθων [14th c.]
ANN ARBOR - University of Michigan Library 24 [1291-1325] (f. 5v-6r)
(18 verses)
Acknowledgements
Contributor(s)

The credits system has been implemented in 2019. Credits from before the new system was in use might be incomplete.

Identification Vassis ICB 2005, 173: "Greg. Nazianzenus, Parabolae Christi et aenigmata sec. Matthaeum"
Permalink https://www.dbbe.ugent.be/types/6812
Last modified: 2019-09-04.